1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

242

Τοιαῦται μὲν δὴ τῶν φυσικῶν φιλοσόφων καὶ αἱ περὶ θεοῦ διαστάσεις τε καὶ δυσφημίαι, ὧν πρώτους ὁ λόγος συνίστησι τοὺς ἀμφὶ τὸν Πυθαγόραν τε καὶ Ἀναξαγόραν Πλάτωνά τε καὶ Σωκράτη νοῦν καὶ θεὸν ἐπιστῆσαι τῷ κόσμῳ. οὗτοι δὴ κομιδῇ παῖδες τοῖς χρόνοις ἀποδείκνυνται γενόμενοι, 14.16.12 καθ' οὓς χρόνους τὰ ὕστατα ἱστορεῖται τῆς Ἑβραίων ἀρχαιολογίας. οὐκ ἦν ἄρα παλαιοτάτη παρὰ πᾶσιν Ἕλλησι καὶ τοῖς πρόπαλαι τὴν πολύθεον δεισιδαιμονίαν παρά τε Φοίνιξι καὶ Αἰγυπτίοις εἰσηγησαμένοις ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις, ἣν πρῶτος Ἑλλήνων Ἀναξαγόρας καὶ οἱ ἀμφ' αὐτὸν ἐξήνεγκαν. καὶ μὴν τὰ τῆς πολυθέου δεισιδαιμονίας πάντων ἐθνῶν ἐκράτει· ἀλλ' ἦν, ὡς ἔοικεν, οὐ τὴν ἀληθῆ περιέχοντα θεολογίαν, ἀλλ' ἣν Αἰγύπτιοι 14.16.13 καὶ Φοίνικες πρῶτοι πάντων συστήσασθαι ἐμαρτυρήθησαν. αὕτη δὲ ἦν θεοὺς μὲν οὐδαμῶς οὐδέ τινας θείας δυνάμεις, ἄνδρας δὲ ἤδη πάλαι ἐν νεκροῖς κειμένους θεολογοῦσα, ὡς ὁ τῆς ἀληθείας πάλαι ἀπέδειξε λόγος. φέρ' οὖν πάλιν ἀναλάβωμεν τὸν λόγον. ἐπειδὴ τῶν φυσικῶν φιλοσόφων οἱ μὲν πάντα κατέβαλλον ἐπὶ τὰς αἰσθήσεις, οἱ δ' αὖ πάλιν τούτοις ἀνθεῖλκον, ὡς οἱ περὶ Ξενοφάνη τὸν Κολοφώνιον καὶ Παρμενίδην τὸν Ἐλεάτην, οἳ δὴ τὰς αἰσθήσεις ἀνῄρουν, μηδὲν εἶναι φάσκοντες καταληπτὸν τῶν ἐν αἰσθήσει, διὸ μόνῳ δεῖν πιστεύειν τῷ λόγῳ, τὰ πρὸς αὐτοὺς ἀντειρημένα διασκεψώμεθα.

14.17.1 ιζʹ. ΠΡΟΣ ΤΟΥΣ ΠΕΡΙ ΞΕΝΟΦΑΝΗΝ ΚΑΙ ΠΑΡΜΕΝΙ∆ΗΝ ΤΑΣ ΑΙΣΘΗΣΕΙΣ ΑΝΑΙΡΟΥΝΤΑΣ· ΑΠΟ ΤΟΥ ΟΓ∆ΟΟΥ ΤΩΝ ΠΕΡΙ ΦΙΛΟΣΟΦΙΑΣ

ΑΡΙΣΤΟΚΛΕΟΥΣ «Ἄλλοι δ' ἐγένοντο τούτοις τὴν ἐναντίαν φωνὴν ἀφιέντες. οἴονται γὰρ δεῖν τὰς μὲν αἰσθήσεις καὶ τὰς φαντασίας καταβάλλειν, αὐτῷ δὲ μόνον τῷ λόγῳ πιστεύειν. τοιαῦτα γάρ τινα πρότερον μὲν Ξενοφάνης καὶ Παρμενίδης καὶ Ζήνων καὶ Μέλισσος ἔλεγον, ὕστερον δ' οἱ περὶ Στίλπωνα καὶ τοὺς Μεγαρικούς. ὅθεν ἠξίουν οὗτοί γε τὸ ὂν ἓν εἶναι καὶ τὸ ἕτερον μὴ εἶναι, μηδὲ γεννᾶσθαί τι μηδὲ 14.17.2 φθείρεσθαι μηδὲ κινεῖσθαι τὸ παράπαν. τὸν μὲν οὖν πλείω πρὸς τούτους λόγον εἰσόμεθα φιλοσοφοῦντες, νυνὶ μέντοι τοσοῦτο λεκτέον· εἴποιμεν γὰρ ἂν ὡς ὁ μὲν λόγος ἡμῶν εἴη τὸ θειότατον· οὐ μὴν ἀλλὰ δεῖ γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ καὶ σώματος. ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε δῆλον· οὐ γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι· πάσχων δὲ τὸ πάθος ἂν 14.17.3 εἰδείη· γνῶσις οὖν τίς ἐστι καὶ ἡ αἴσθησις. ἀλλὰ μὴν εἰ τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἅπαν δὲ τὸ πάσχον ὑπό του πάσχει, πάντως ἕτερον ἂν εἴη τὸ ποιοῦν καὶ τὸ πάσχον. ὥστε πρῶτον μὲν εἴη ἂν τὸ λεγόμενον ἕτερον, οἷον τὸ χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὂν οὐκ ἔσται· καὶ μὴν οὐδὲ ἀκίνητον· 14.17.4 ἡ γὰρ αἴσθησίς ἐστι κίνησις. ταύτη δὲ βούλεται πᾶς τις κατὰ φύσιν ἔχειν τὰς αἰσθήσεις, ἅτε δὴ πιστεύων, οἶμαι, ταῖς ὑγιαινούσαις μᾶλλον ἢ ταῖς νοσούσαις. εἰκότως ἄρα καὶ δεινός τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. οὐδείς γέ τοι μὴ μεμηνὼς ἕλοιτ' ἄν ποτε μίαν αἴσθησιν ἀποβάλλειν, ὅπως αὐτῷ πάντα τὰ 14.17.5 ἄλλα ἀγαθὰ γένοιτο. τοὺς δὴ διαβάλλοντας αὐτὰς ἐχρῆν, πεπεισμένους γε διότι μάτην ἔχοιεν αὐτάς, εἰπόντας ἅπερ ὁ Πάνδαρος λέγει παρὰ τῷ Ὁμήρῳ περὶ τῶν ἑαυτοῦ τόξων, αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς, εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην, χερσὶ διακλάσσας, ἀνεμώλια γάρ μοι ὀπηδεῖ, τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας τὰς αἰσθήσεις ἑαυτῶν· οὕτω γὰρ ἄν 14.17.6 τις ἐπίστευεν αὐτοῖς ἔργῳ διδάσκουσιν ὡς εἰς οὐδὲν αὐτῶν δέοιντο. νυνὶ δὲ τοῦτο καὶ τὸ ἀτοπώτατόν ἐστιν· ἀχρήστους γὰρ ἀποφαίνοντες αὐτὰς τῷ 14.17.7 λόγῳ τοῖς ἔργοις τὰ μάλιστα χρώμενοι διατελοῦσιν αὐταῖς. ὅ γέ τοι Μέλισσος ἐθέλων