242
τοὺς μὴ τρυφῶντας· οὗτοι πρὸς τὸν οὐρανὸν σπεύδουσιν, ἐκεῖνοι 63.872 πρὸς τὴν γέενναν. Καὶ ἴσως μὲν αὐτῶν πολλοὶ γελάσονται τὰ παρ' ἡμῶν λεγόμενα· ἐγὼ δὲ αὐτοὺς μάλιστα διὰ τοῦτο ὀδύρομαι καὶ θρηνῶ, ὅτι οὐδὲ ἴσασιν ἐφ' οἷς χρὴ γελᾷν, ὑπὲρ ὧν χρὴ μάλιστα πενθεῖν, ἀλλὰ πάντα συγχέουσι καὶ ταράττουσι καὶ θορυβοῦσι. ∆ιὰ ταῦτα αὐτοὺς ἐγὼ θρηνῶ. Τί λέγεις, ἄνθρωπε; μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων μὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις γελᾷς; Ἀλλ' ἐγώ σε θρηνῶ, τὰ μένοντά σε κακὰ ἐπιστάμενος, τὴν διαδεξομένην σε τιμωρίαν· καὶ διὰ τοῦτο θρηνῶ μάλιστα, ὅτι γελᾷς. Πένθησον σὺν ἐμοὶ, θρήνησον μετ' ἐμοῦ τὰ σὰ κακά. Εἰπέ μοι, ἐάν τίς σοι τῶν οἰκείων ἀποδημήσῃ ἐν Χριστῷ, οὐχὶ τοὺς μὲν γελῶντας ἐπὶ τῇ τελευτῇ καὶ ἀποστρέφῃ καὶ ἐχθροὺς ἡγῇ, τοὺς δὲ δακρύοντας καὶ συμπενθοῦντας φιλεῖς· Εἶτα τῆς μὲν γυναικὸς προκειμένης νεκρᾶς, τὸν γέλωτα ἀποτρέψῃ· τῆς δὲ ψυχῆς σοι τεθανατωμένης, τὸν δακρύοντα ἀποστρέφῃ· γελᾷς δὲ αὐτός; Ὁρᾷς πῶς ἡμᾶς διέθηκεν ὁ διάβολος ἐχθροὺς ἑαυτοῖς εἶναι καὶ πολεμίους; Ἀνανήψωμέν ποτε, διαβλέψωμεν, γρηγορήσωμεν, ἐπιλαβώμεθα τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα. Κρίσις ἐστὶν, ἀνάστασίς ἐστιν, ἐξέτασις τῶν πεπραγμένων· ὁ Κύριος ἔρχεται ἐν νεφέλαις· Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· ποταμὸς πυρὸς σύρεται ἔμπροσθεν αὐτοῦ, σκώληξ ἀτελεύτητος, πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγμὸς τῶν ὀδόντων. Κἂν μυριάκις ἐπὶ τούτοις δυσχεραίνητε, ἐγὼ λέγων οὐ παύσομαι. Εἰ γὰρ λιθαζόμενοι οἱ προφῆται οὐκ ἐσίγων, πολλῷ μᾶλλον ἡμᾶς ἀπεχθείας δεῖ φέρειν, καὶ μὴ πρὸς χάριν ὑμῖν ὁμιλεῖν, ἵνα μὴ ἀπατήσαντες ὑμᾶς αὐτοὶ διχοτομηθῶμεν. Ἐκεῖ κόλασίς ἐστιν ἀθάνατος, ἀπαραμύθητος, ὁ προστησόμενος οὐδείς. Τίς ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον; Ὅταν ἡμεῖς ἑαυτοὺς μὴ ἐλεήσωμεν, τίς ἡμᾶς ἐλεήσει, εἰπέ μοι; Ἐὰν ἴδῃς τινὰ ξίφος ἐλαύνοντα δι' ἑαυτοῦ, τούτου δυνήσῃ φείδεσθαί ποτε; οὐδαμῶς. Πολλῷ μᾶλλον, ὅταν παρὸν ᾖ κατορθῶσαι, καὶ μὴ κατορθώσωμεν, τίς ἡμῶν φείσεται; οὐδείς. Ἐλεήσωμεν ἑαυτούς. Ὅταν εὐχώμεθα τῷ Θεῷ λέγοντες, Ἐλέησόν με, Κύριε, τοῦτο λέγοντες πρὸς ἑαυτοὺς, καὶ ἑαυτοὺς ἐλεήσωμεν. Ἡμεῖς ἐσμεν κύριοι τοῦ τὸν Θεὸν ἡμᾶς ἐλεῆσαι· αὐτὸς ἡμῖν τοῦτο ἐχαρίσατο· ἐὰν ἄξια ἐλέους πράττωμεν, ἐὰν ἄξια φιλανθρωπίας τῆς παρ' αὐτοῦ πράττωμεν, ἐλεήσει ἡμᾶς ὁ Θεὸς, ἐὰν δὲ ἑαυτοὺς μὴ ἐλεῶμεν, τίς ἡμῶν φείσεται; Ἐλέησον τὸν πλησίον, καὶ ἐλεηθήσῃ παρὰ τοῦ Θεοῦ. Πόσοι καθ' ἑκάστην ἡμέραν προσέρχονται λέγοντες, ἐλέησόν με, καὶ οὐδὲ ἐπιστρέφῃ; πόσοι γυμνοὶ, πόσοι ἀνάπηροι, καὶ οὐκ ἐπικαμπτόμεθα, ἀλλὰ παραπεμπόμεθα αὐτῶν τὰς ἱκετηρίας; Πῶς οὖν ἀξιοῖς ἐλεηθῆναι, αὐτὸς οὐδὲν ἄξιον ἐλέους ποιῶν; Γενώμεθα οἰκτίρμονες, γενώμεθα ἐλεήμονες, ἵν' οὕτως εὐαρεστήσωμεν τῷ Θεῷ, καὶ ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν 63.873 αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ 63.874 Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΜΓʹ. Περὶ τοῦ, ὅτι ὁ τῶν παρόντων καταφρονῶν, ἀμφοτέρων
ἐξουσιάζει· καὶ ὅτι παντὸς βορβόρου καὶ ἀκαθαρσίας ἡ πλεονεξία χείρων. Ἐπειδὴ μεγάλη τις ἐξ ἀρχῆς ἔμελλε δίδοσθαι χάρις, ἀγαπητὲ, τοῖς ἀνθρώποις,
βουλόμενος ὁ Θεὸς μὴ χάριτι τοῦτο ποιῆσαι, ἀλλ' ὡς ὀφειλὴν παρασχεῖν, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτο ἐποίησεν· ἵνα μὴ χάριτι μόνον νομισθῇ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ὀφειλῇ. Οὓς γὰρ ἂν φιλῶμεν, καὶ τοῦτο αὐτοῖς χαρίζεσθαι βουλόμεθα, τὸ