243
ἐπιδεικνύναι, διότι τῶν φαινομένων καὶ ἐν ὄψει τούτων οὐδὲν εἴη τῷ ὄντι, διὰ τῶν φαινομένων ἀποδείκνυσιν αὐτῶν· φησὶ γοῦν· «Εἰ γάρ ἐστι γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ σίδηρος καὶ χρυσὸς καὶ τὸ μὲν ζῶν, τὸ δὲ τεθνηκὸς καὶ μέλαν καὶ λευκὸν καὶ τὰ ἄλλα πάντα, ὅσα φασὶν εἶναι ἄνθρωποι ἀληθῶς, καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι ἐχρῆν καὶ τὸ ὂν τοιοῦτον, οἷον πρῶτον ἔδοξεν ἡμῖν εἶναι, καὶ μὴ μεταπίπτειν μηδὲ γίνε σθαι ἕτερον, ἀλλ' εἶναι ὅμοιον, οἷόν πέρ ἐστιν, ἕκαστον. νῦν δέ φαμεν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι· δοκεῖ δὲ ἡμῖν τὸ θερμὸν καὶ ψυχρὸν γίνεσθαι καὶ τὸ ψυχρὸν θερμὸν καὶ τὸ σκληρὸν μαλακὸν καὶ τὸ μαλακὸν σκληρόν.» 14.17.8 ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος αὐτοῦ καὶ μάλα εἰκότως ἐπύθετό τις ἄν· Ἆρ' οὖν ὅτι θερμόν ἐστι κἄπειτα τοῦτο γίνεται ψυχρόν, οὐκ αἰσθόμενος ἔγνως; ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων. ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδὲν ἀλλ' ἢ τὰς αἰσθήσεις ἀναιρῶν καὶ ἐλέγχων διὰ τὸ μάλιστα πιστεύειν 14.17.9 αὐταῖς. ἀλλὰ γὰρ οἱ μὲν τοιοῦτοι λόγοι σχεδὸν ἱκανὰς ἤδη δεδώκασιν εὐθύνας· ἐξίτηλοί γέ τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν τὸ παράπαν. ἤδη μέντοι θαρροῦντες λέγομεν ὀρθῶς φιλοσοφεῖν τοὺς καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν τὴν τῶν πραγμάτων παραλαμβάνοντας.» 14.17.10 Τοιοίδε μὲν οὖν οἱ ἀμφὶ τὸν Ξενοφάνην, ὃς δὴ λέγεται συνακμάσαι τοῖς ἀμφὶ Πυθαγόραν καὶ Ἀναξαγόραν. Ξενοφάνους δὲ ἀκουστὴς γέγονε Παρμενίδης· τούτου Μέλισσος, οὗ Ζήνων, οὗ Λεύκιππος, οὗ ∆ημόκριτος, οὗ Πρωταγόρας καὶ Νεσσᾶς· τοῦ δὲ Νεσσᾶ Μητρόδωρος, οὗ ∆ιογένης, οὗ Ἀνάξαρχος. Ἀναξάρχου δὲ γνώριμος γέγονε Πύρρων, ἀφ' οὗ ἡ τῶν Σκεπτικῶν ἐπικληθέντων διατριβὴ συνέστη· οὓς καὶ αὐτοὺς μηδὲν εἶναι τὸ παράπαν μήτ' ἐν αἰσθήσει μήτ' ἐν λόγῳ καταληπτὸν ὁριζομένους, ἐπέχοντας δὲ ἐν πᾶσιν ὅπως ἀπήλεγχον οἱ ἀντιδοξάζοντες μαθεῖν πάρεστιν ἀπὸ τοῦ δηλωθέντος συγγράμματος ὧδέ πη πρὸς λέξιν ἔχοντος·
14.18.1 ιηʹ. ΠΡΟΣ ΤΟΥΣ ΚΑΤΑ ΠΥΡΡΩΝΑ ΣΚΕΠΤΙΚΟΥΣ ΗΤΟΙ ΕΦΕΚΤΙΚΟΥΣ ΕΠΙΚΛΗΘΕΝΤΑΣ ΜΗ∆ΕΝ ΚΑΤΑΛΗΠΤΟΝ ΕΙΝΑΙ ΑΠΟΦΗΝΑΜΕΝΟΥΣ
«Ἀναγκαίως δ' ἔχει πρὸ παντὸς διασκέψασθαι περὶ τῆς ἡμῶν αὐτῶν γνώσεως· εἰ γὰρ αὖ μηδὲν πεφύκαμεν γνωρίζειν, οὐδὲν ἔτι δεῖ περὶ τῶν ἄλλων 14.18.2 σκοπεῖν. ἐγένοντο μὲν οὖν καὶ τῶν πάλαι τινὲς οἱ ἀφέντες τήνδε τὴν φωνήν, οἷς ἀντείρηκεν Ἀριστοτέλης. ἴσχυσε μὲν τοιαῦτα λέγων καὶ Πύρρων ὁ Ἠλεῖος· ἀλλ' αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν, ὁ δέ γε μαθητὴς αὐτοῦ Τίμων φησὶ δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν· πρῶτον μέν, ὁποῖα πέφυκε τὰ πράγματα· δεύτερον δέ, τίνα χρὴ τρόπον ἡμᾶς 14.18.3 πρὸς αὐτὰ διακεῖσθαι· τελευταῖον δέ, τί περιέσται τοῖς οὕτως ἔχουσι. τὰ μὲν οὖν πράγματά φησιν αὐτὸν ἀποφαίνειν ἐπ' ἴσης ἀδιάφορα καὶ ἀστάθμητα καὶ ἀνεπίκριτα, διὰ τοῦτο μήτε τὰς αἰσθήσεις ἡμῶν μήτε τὰς δόξας ἀληθεύειν ἢ ψεύδεσθαι. διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ' ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας ὅτι οὐ μᾶλλον 14.18.4 ἔστιν ἢ οὐκ ἔστιν ἢ καὶ ἔστι καὶ οὐκ ἔστιν ἢ οὔτε ἔστιν οὔτε οὐκ ἔστιν. τοῖς μέντοι γε διακειμένοις οὕτω περιέσεσθαι Τίμων φησὶ πρῶτον μὲν ἀφασίαν, ἔπειτα δ' ἀταραξίαν, Αἰνησίδημος δ' ἡδονήν. 14.18.5 Τὰ μὲν οὖν κεφάλαια τῶν λεγομένων ἐστὶ ταῦτα· σκεψώμεθα δ' εἰ ὀρθῶς λέγουσιν. ἐπεὶ τοίνυν ἐπ' ἴσης ἀδιάφορα πάντα φασὶν εἶναι καὶ διὰ τοῦτο κελεύουσι μηδενὶ προστίθεσθαι μηδὲ δοξάζειν, εἰκότως ἄν, οἶμαι, πύθοιτό τις αὐτῶν, ἆρά γε διαμαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες ἢ οὔ; πάντως γάρ, εἰ μὲν ἁμαρτάνουσιν, οὐκ ὀρθῶς ὑπολαμβάνοιεν ἄν. ὥστε ἀνάγκη λέγειν αὐτοῖς