244
εἶναί τινας τοὺς τὰ ψευδῆ περὶ τῶν ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἶεν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω δὲ εἴη ἂν ἀληθές τι καὶ ψεῦδος. εἰ δ' οὐχ ἁμαρτάνομεν οἱ πολλοὶ τὰ ὄντα διαφέρειν οἰόμενοι, τί μαθόντες ἐπιπλήττουσιν 14.18.6 ἡμῖν; αὐτοὶ γὰρ ἁμαρτάνοιεν ἂν ἀξιοῦντες μὴ διαφέρειν αὐτά. καὶ μὴν εἰ καὶ δῴημεν αὐτοῖς ἐπ' ἴσης ἀδιάφορα πάντα εἶναι, δῆλον ὡς οὐκ ἂν διαφέροιεν οὐδ' αὐτοὶ τῶν πολλῶν. τίς οὖν εἴη αὐτῶν ἂν ἡ σοφία; καὶ διὰ τί Τίμων τοῖς μὲν 14.18.7 ἄλλοις λοιδορεῖται πᾶσι, Πύρρωνα δ' ὑμνεῖ μόνον; ἔτι γε μὴν εἰ ἐπ' ἴσης ἐστὶν ἀδιάφορα πάντα καὶ διὰ τοῦτο χρὴ μηδὲν δοξάζειν, οὐκ ἂν οὐδὲ ταῦτα διαφέροι· λέγω δὲ τὸ διαφέρειν ἢ μὴ διαφέρειν, καὶ τὸ δοξάζειν ἢ μὴ δοξάζειν. τί γὰρ μᾶλλον τοιαῦτα ἔστιν ἢ οὐκ ἔστιν; ἤ, ὥς φησι Τίμων, διὰ τί ναὶ καὶ διὰ τί οὒ καὶ αὐτὸ τὸ διὰ τί διὰ τί; φανερὸν οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν· ὥστε παυσάσθωσαν ἐνοχλοῦντες. ἐπεὶ νῦν γε μεμήνασι πόρρω τέχνης ἅμα μὲν ἡμῖν διακελευόμενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν καὶ λέγοντες, ὡς περὶ οὐδενὸς ἀποφαίνεσθαι δέοι, κἄπειτα ἀποφαινόμενοι· καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πείθεσθαι δ' αὐτοῖς κελεύουσιν· εἶτα λέγοντες 14.18.8 μηδὲν εἰδέναι πάντας ἐλέγχουσιν ὡς εὖ εἰδότες. ἀνάγκη δὲ τοὺς φάσκοντας, ὡς ἄδηλα πάντα εἴη, δυοῖν θάτερον, ἢ σιωπᾶν ἢ ἀποφαίνεσθαί τι καὶ λέγειν. εἰ μὲν οὖν ἡσυχίαν ἄγοιεν, δῆλον ὅτι πρός γε τοὺς τοιούτους οὐδεὶς ἂν εἴη λόγος· εἰ δ' ἀποφαίνοιντο, πάντη τε καὶ πάντως ἢ εἶναί τι φαῖεν ἂν ἢ μὴ εἶναι, καθάπερ ἀμέλει νυνί φασιν ὡς εἴη πάντα ἄγνωστα καὶ νομιστὰ πᾶσι, 14.18.9 γνωστὸν δ' οὐθέν. τοῦτο τοίνυν ὁ ἀξιῶν ἤτοι δηλοῖ τὸ πρᾶγμα καὶ ἔνεστιν αὐτὸ συνεῖναι λεγόμενον, ἢ οὐκ ἔνεστιν. ἀλλ' εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ' οὕτως πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. εἰ δὲ σημαίνοι, πάντως ἢ ἄπειρα λέγοι ἂν ἢ πεπερασμένα· καὶ εἰ μὲν ἄπειρα, οὐδ' οὕτως ἂν εἴη λόγος πρὸς αὐτόν, ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι· πεπερασμένων δὲ ὄντων τῶν δηλουμένων ἢ ἑνὸς ὁτουοῦν, ὁ τοῦτο λέγων ὁρίζει τι καὶ κρίνει. πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἄν; εἰ δὲ φαίη ταὐτὸ καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ καὶ ἀληθὲς καὶ ψεῦδος, ἔπειτα δ' ἐρεῖ τι καὶ οὐκ ἐρεῖ καὶ λόγῳ χρώμενος ἀναιρήσει λόγον, ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι πιστεύειν ἑαυτῷ 14.18.10 φήσει δεῖν. ἄξιον δὲ ζητῆσαι πόθεν καὶ μαθόντες ἄδηλα πάντα φασὶν εἶναι. δεῖ γὰρ εἰδέναι πρότερον αὐτοὺς τί δή ποτ' ἐστὶ τὸ δῆλον· οὕτω γοῦν ἂν ἔχοιεν λέγειν, ὡς οὐκ εἴη τὰ πράγματα τοιαῦτα. πρῶτον γὰρ εἰδέναι χρὴ τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν. εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον, 14.18.11 οὐκ ἂν εἰδεῖεν οὐδὲ τί τὸ ἄδηλον. ὁπόταν γε μὴν Αἰνησίδημος ἐν τῇ Ὑποτυπώσει τοὺς ἐννέα διεξίῃ τρόπους κατὰ τοσούτους γὰρ ἀποφαίνειν ἄδηλα τὰ πράγματα πεπείραται, πότερον αὐτὸν φῶμεν εἰδότα λέγειν αὐτοὺς ἢ ἀγνοοῦντα; φησὶ γὰρ ὅτι τὰ ζῷα διαφέρει καὶ ἡμεῖς αὐτοὶ καὶ αἱ πόλεις καὶ οἱ βίοι καὶ τὰ ἔθη καὶ οἱ νόμοι· καὶ τὰς αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἶναι καὶ πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα καὶ μεγέθη καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυτέρους καὶ ἐγρηγορότας καὶ κοιμωμένους καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενός τε 14.18.12 ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσθαι· πάντα γὰρ εἶναι συγκεχυμένα καὶ πρός τι λεγόμενα. ταῦτα δή, φημί, καὶ τὰ τοιαῦτα κομψολογοῦντα αὐτὸν ἡδέως ἄν τις ἤρετο, πότερον εὖ εἰδὼς λέγοι διότι τὰ πράγματα τοῦτον ἔχει τὸν τρόπον ἢ ἀγνοῶν· εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πιστεύοιμεν; εἰ δ' ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος ἅμα μὲν ἄδηλα πάντα ἀποφαινόμενος, 14.18.13 ἅμα δὲ τοσαῦτα λέγων εἰδέναι. καὶ μὴν ὁπότε γε τὰ τοιαῦτα διεξίοιεν, οὐδὲν ἀλλ' ἢ ἐπαγωγήν τινα λέγουσι, δεικνύντες ὁποῖ' ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ' ἕκαστα· τὸ δὲ τοιοῦτο καὶ ἔστι καὶ λέγεται πίστις. εἰ μὲν οὖν αὐτῇ συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ' οὐ πιστεύουσιν, οὐδ' ἂν 14.18.14 ἡμεῖς