247
Χριστοῦ λέγοντος, Οὐαὶ οἱ γελῶντες, ὅτι κλαύσετε; Ταῦτα ψάλλεις καθ' ἑκάστην ἡμέραν. Τί γὰρ λέγεις, εἰπέ μοι; ὅτι ἐγέλασα; οὐδαμῶς· ἀλλὰ τί; Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Ἀλλὰ τάχα τινές εἰσιν οὕτω διακεχυμένοι καὶ χαῦνοι, ὡς καὶ ἐν τῇ ἐπιτιμήσει ταύτῃ γελᾷν, ὅτι δὴ περὶ γέλωτος ταῦτα διαλεγόμεθα. Καὶ γὰρ τοιοῦτόν ἐστιν ἡ παραφορὰ, τοιαύτη ἡ παραπληξία· οὐδὲ αἰσθάνεται τῆς ἐπιτιμήσεως. Ἕστηκεν ὁ ἱερεὺς τοῦ Θεοῦ τὴν πάντων εὐχὴν ἀναφέρων, σὺ δὲ γελᾷς οὐδὲν δεδοικώς; καὶ ἐκεῖνος μὲν ὑπὲρ σοῦ τὰς εὐχὰς ἀναφέρει, σὺ δὲ καταφρονεῖς; Οὐκ ἀκούεις τῆς Γραφῆς λεγούσης· Οὐαὶ οἱ καταφρονηταί; οὐ φρίττεις; οὐ συστέλλεις σαυτόν; Καὶ εἰς μὲν βασίλεια εἰσιὼν, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι καὶ πᾶσι τοῖς ἄλλοις κοσμεῖς σαυτόν· ἐνταῦθα δὲ, ἔνθα τὰ ὄντως εἰσὶ βασίλεια, καὶ τοιαῦτα οἷα τὰ οὐράνια, γελᾷς; Σὺ μὲν οὖν οἶδα ὅτι οὐχ ὁρᾷς· ἄκουε δὲ ὅτι ἄγγελοι πάρεισι πανταχοῦ, καὶ μάλιστα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεστήκασι τῷ βασιλεῖ, καὶ πάντα ἐμπέπλησται τῶν ἀσωμάτων ἐκείνων δυνάμεων. Οὗτος ἐμοὶ καὶ πρὸς γυναῖκας ὁ λόγος, αἳ ἐπὶ μὲν τῶν ἀνδρῶν οὐ τολμῶσι τοῦτο ποιεῖν ταχέως· κἂν ποιῶσι δὲ, οὐκ ἀεὶ, ἀλλὰ παρὰ τὸν καιρὸν τῆς ἀνέσεως· ἐνταῦθα δὲ ἀεί. Κατακαλύπτεις, εἰπέ μοι, τὴν κεφαλὴν, καὶ γελᾷς, ὦ γύναι, ἐν ἐκκλησίᾳ καθημένη; εἰσῆλθες ἐξομολογήσασθαι τὰ ἁμαρτήματα, προσπεσεῖν τῷ Θεῷ, δεηθῆναι καὶ ἱκετεῦσαι ὑπὲρ τῶν κακῶς σοι πεπλημμελημένων, καὶ μετὰ γέλωτος τοῦτο ποιεῖς; πῶς οὖν αὐτὸν ἐξιλεώσασθαι δυνήσῃ; Καὶ τί κακὸν ὁ γέλως, φησίν; Οὐ κακὸν ὁ γέλως, ἀλλὰ κακὸν τὸ παρὰ μέτρον, τὸ ἄκαιρον. Ὁ γέλως ἔγκειται ἐν ἡμῖν, ἵνα, ὅταν φίλους ἴδωμεν διὰ μακροῦ χρόνου, τοῦτο ποιῶμεν· ὅταν τινὰς καταπεπληγμένους καὶ δεδοικότας, ἀνῶμεν αὐτοὺς τῷ μειδιάματι, οὐχ ἵνα ἀνακαγχάζωμεν καὶ ἀεὶ γελῶμεν· γέλως ἔγκειται τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἵνα ἀνῆταί ποτε ἡ ψυχὴ, οὐχ ἵνα διαχέηται· ἐπεὶ καὶ ἐπιθυμία ἡμῖν ἔγκειται σωμάτων, καὶ οὐ πάντως ἀνάγκη διὰ τὸ ἐγκεῖσθαι καὶ αὐτῇ χρῆσθαι ἢ μὴ χρῆσθαι ἀμέτρως· ἀλλὰ καὶ κρατοῦμεν αὐτῆς, καὶ οὐ λέγομεν, Ἐπειδὴ ἔγκειται, χρησώμεθα. Μετὰ δακρύων δούλευε τῷ Θεῷ, ἵνα δυνηθῇς ἀπονίψασθαι τὰ ἡμαρτημένα. Οἶδα ὅτι πολλοὶ διαμωκῶνται ἡμᾶς λέγοντες, Εὐθέως δάκρυα. ∆ιὰ τοῦτο δακρύων καιρός. Οἶδα ὅτι καὶ οἰωνίζονται οἱ λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Οὐκ ἐγὼ λέγω, ἀλλ' αὐτὸς ὁ τὴν πεῖραν τῶν πραγμάτων πάντων 63.879 λαβὼν ταῦτά φησιν. Ὠκοδόμησά μοι οἰκίας, ἐφύτευσα ἀμπελῶνας, κολυμβήθρας ὑδάτων, ἐποίησά μοι οἰνοχόους καὶ οἰνοχοούσας· καὶ τί δὴ μετὰ ταῦτα πάντα; Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Πενθήσωμεν τοίνυν, ἀγαπητοὶ, πενθήσωμεν, ἵνα ὄντως γελάσωμεν, ἵνα ὄντως ἡσθῶμεν ἐν τῷ καιρῷ τῆς χαρᾶς τῆς εἰλικρινοῦς. Ταύτῃ μὲν γὰρ τῇ χαρᾷ πάντως λύπη ἀναμέμικται, καὶ οὐδέποτε καθαρὰν αὐτὴν ἔστιν εὑρεῖν· ἐκείνη δὲ εἰλικρινής τίς ἐστι καὶ ἄδολος, καὶ οὐδὲν ὕπουλον ἔχουσα, οὐδὲ ἀνα 63.880 μεμιγμένον· ἐκείνην ἡσθῶμεν τὴν χαρὰν, ἐκείνην μεταδιώξωμεν. Ἄλλως δὲ, οὐκ ἔστι ταύτης ἐπιτυχεῖν, ἢ διὰ τοῦ ἐνταῦθα μὴ τὰ ἡδέα, ἀλλὰ τὰ ὠφελοῦντα αἱρεῖσθαι, καὶ μικρὸν θλίβεσθαι ἑκόντας, καὶ μετὰ εὐχαριστίας ἅπαντα φέροντας. Οὕτω γὰρ δυνησόμεθα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Μ∆ʹ. Περὶ κατανύξεως καὶ ὑπομονῆς καὶ ἐπιθυμίας τῶν μελλόντων
ἀγαθῶν· καὶ περὶ τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, μὴ μόνον ἀπὸ τῶν παρόντων περὶ τῆς τοῦ Θεοῦ
ψηφίζεσθαι προνοίας, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων. Τὰ μὲν γὰρ παρόντα ἀγών ἐστι