1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

248

καὶ σκάμματα καὶ στάδιον· τὰ δὲ μέλλοντα, ἔπαθλα καὶ στέφανοι καὶ βραβεῖα. Ὥσπερ γοῦν τὸν ἀθλητὴν ἐν τῷ σκάμματι καὶ ἱδρῶτι καὶ κόνει καὶ θέρμῃ πολλῇ καὶ πόνοις καὶ ταλαιπωρίαις μάχεσθαι δεῖ· οὕτω καὶ τὸν δίκαιον ἐνταῦθα πολλὰ ὑπομένειν χρὴ, καὶ φέρειν ἅπαντα γενναίως, εἰ μέλλει λαμπροὺς ἀπολήψεσθαι τοὺς στεφάνους ἐκεῖ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς ἡμῖν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον; καθάπερ ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Πιστεύομεν γὰρ ὅτι ὁ ἐγείρας τὸν Κύριον, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. ∆ιὸ οὐκ ἐκκακοῦμεν, φησὶ, μεγίστην παράκλησιν ἔχοντες ἐν τοῖς ἀγῶσι, τὴν τῶν μελλόντων ἐλπίδα. Καὶ οὐκ εἶπε πρὸς αὐτοὺς, ∆ιὸ μὴ ἐκκακεῖτε, ἀλλὰ τί; ∆ιὸ οὐκ ἐκκακοῦμεν· δεικνὺς καὶ ἑαυτὸν ἐν τοῖς ἀγῶσιν ὄντα διηνεκῶς. Ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς ἀνακαινοῦται; Τῇ πίστει, τῇ ἐλπίδι, τῇ προθυμίᾳ, τῷ κατατολμᾷν τῶν δεινῶν. Ὅσῳ γὰρ ἂν μυρία πάσχῃ τὸ σῶμα, τοσούτῳ χρηστοτέρας ἔχει τὰς ἐλπίδας ἡ ψυχὴ, καὶ λαμπροτέρα γίνεται, καθάπερ χρυσίον πυρούμενον ἐπὶ πλέον. Καὶ ὅρα πῶς καθαιρεῖ τὰ λυπηρὰ τοῦ παρόντος βίου. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, φησὶ, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα, εἰς τὴν ἐλπίδα τὸ πρᾶγμα κατακλείσας. Καὶ ὅπερ ἀλλαχοῦ ἔλεγεν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν· καὶ, Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· τοῦτο καὶ ἐνταῦθα κατασκευάζων, τίθησι παράλληλα τὰ παρόντα τοῖς μέλλουσι, τὸ παραυτίκα πρὸς τὸ αἰώνιον, τὸ ἐλαφρὸν πρὸς τὸ βαρὺ, τὴν θλῖψιν πρὸς τὴν δόξαν. Καὶ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλὰ καὶ ἑτέραν τίθησι λέξιν, διπλασιάζων ταύτην, καὶ λέγων· Καθ' ὑπερβολὴν εἰς ὑπερβολήν. Εἶτα καὶ τὸν τρόπον δείκνυσιν, εἰπὼν πῶς ἐλαφρὸν τὸ τῶν τοιούτων θλίψεων. Πῶς οὖν ἐλαφρόν; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Οὕτω καὶ τοῦτο κοῦφον τὸ παρὸν, κἀκεῖνο μέγα τὸ μέλλον, ἂν τῶν ὁρωμένων ἀπάγωμεν ἑαυτούς. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα· οὐκοῦν καὶ αἱ θλίψεις τοιαῦται· τὰ δὲ μὴ βλεπόμενα αἰώνια· οὐκοῦν καὶ οἱ στέφανοι τοιοῦτοι. Καὶ οὐκ εἶπε μόνον, 63.880 αἱ θλίψεις τοιαῦται, ἀλλὰ, καὶ τὰ βλεπόμενα ἅπαντα, κἂν κόλασις ᾖ, κἂν ἀνάπαυσις, ὥστε μηδὲ ἐκεῖθεν χαυνοῦσθαι, μηδὲ ἐντεῦθεν βαπτίζεσθαι. ∆ιὰ τοῦτο οὐδὲ περὶ τῶν μελλόντων εἶπε, βασιλεία αἰώνιος, ἀλλὰ, Τὰ μὴ βλεπόμενα αἰώνια, κἂν βασιλεία, κἂν κόλασις ᾖ πάλιν, ὥστε καὶ ἐκεῖθεν φοβῆσαι, καὶ ἐντεῦθεν προτρέψασθαι. Ἐπεὶ οὖν τὰ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, πρὸς ἐκεῖνα βλέπωμεν, τὰ αἰώνια. Ποίαν γὰρ καὶ σχοίημεν ἀπολογίαν, τὰ πρόσκαιρα ἀντὶ τῶν αἰωνίων αἱρούμενοι; Εἰ γὰρ καὶ τὸ παρὸν ἡδὺ, ἀλλ' οὐ διηνεκές· τὸ μέντοι ὀδυνηρὸν αὐτοῦ, διηνεκὲς καὶ ἀσύγγνωστον. Ποίαν γὰρ ἔχουσιν ἀπολογίαν οἱ Πνεύματος ἁγίου καταξιωθέντες, καὶ τοσαύτης ἀπολαύσαντες δωρεᾶς, χαμαίζηλοι γινόμενοι, καὶ καταπίπτοντες εἰς τὴν γῆν; Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων τὰ καταγέλαστα ταῦτα ῥήματα· δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον. Εἰ μὲν γὰρ τοιαῦτα ᾖ, φησὶν, οἷα καὶ φατὲ, τὰ ἐκεῖ, ἓν ἀνθ' ἑνὸς γέγονεν· ἂν δὲ μηδὲν ὅλῳς ᾖ, δύο ἀντ' οὐδενός. Τί τῶν ῥημάτων τούτων παρανομώτερον; τί ληρωδέστερον; Ἡμεῖς περὶ οὐρανῶν διαλεγόμεθα καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων, καὶ σὺ τὰ τῶν ἱπποδρομίων ἡμῖν ἄγεις εἰς μέσον, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐγκαλύπτῃ τοιαῦτα φθεγγόμενος, ἃ τῶν παραπαιόντων ἐστίν; οὐκ ἐρυθιᾷς οὕτω προσηλωμένος τοῖς παροῦσιν; οὐ παύσῃ παραφρονῶν, καὶ ἐξεστηκὼς, καὶ ἐν νεότητι ληρῶν; Καὶ τὸ μὲν Ἕλληνας τοιαῦτα λέγειν, οὐδὲν θαυμαστόν· τὸ δὲ πιστοὺς ἀνθρώπους τοιαῦτα ληρεῖν, ποίαν ἂν ἔχοι συγγνώμην; ὅλως γὰρ ὑποπτεύεις τὰς ἀθανάτους ἐκείνας ἐλπίδας; ὅλως νομίζεις ἀμφίβολα ταῦτα; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; Ἀλλ' οὐχ ὁρᾷς τὰ ἐκεῖ; Οὐδὲ γὰρ τὸν Θεὸν βλέπεις· ἆρα οὖν οὐχ ἡγήσῃ εἶναι Θεὸν, ἐπειδὴ μὴ ὁρᾷς Θεόν; Καὶ σφόδρα ἡγοῦμαι, φησίν. Ἂν οὖν ἔρηταί τίς σε πάλιν, καὶ τίς ἦλθεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ταῦτα ἀπήγγειλε; τί ἐρεῖς; πόθεν οἶσθα ὅτι