249
ἔσονται γὰρ οἱ αὐτοὶ σπουδαῖοι καὶ μοχθηροὶ καὶ ταὐτὸ κακία καὶ ἀρετή. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτά τις ἂν ἔχοι λέγειν· ἀλλὰ γὰρ οὐδὲν δεῖ πλειόνων λόγων πρὸς τοὺς οὐκ οἰομένους ἔχειν νοῦν καὶ λόγον.» 14.20.9 Εἶθ' ἑξῆς ἐπιλέγει· «Ἐπεὶ δ' ἔτι νῦν εἰσί τινες οἱ πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ λέγοντες εἶναι, μικρὰ καὶ περὶ τούτων εἴπωμεν. ἐοίκασι γὰρ οὗτοί γε δεδοικέναι μήποτ', εἰ ψευδεῖς εἴποιεν αἰσθήσεις εἶναί τινας, οὐκ ἂν σχοῖεν τὸ κριτήριον καὶ τὸν κανόνα βέβαιον οὐδ' ἐχέγγυον· οὐχ ὁρῶσι δὲ ὡς οὐκ ἂν φθάνοιεν οὕτω γε καὶ τὰς δόξας ἁπάσας ἀληθεῖς ἀποφαίνοντες· πολλὰ γὰρ δὴ καὶ ταύταις πεφύκαμεν κρίνειν· καὶ οὐδὲν ἧττον ἀξιοῦσιν αὐτῶν τὰς μὲν ἀλη14.20.10 θεῖς εἶναι, τὰς δὲ ψευδεῖς. ἔπειτα δὲ σκοπῶν ἴδοι τις ἂν οὐδὲ τῶν ἄλλων κριτηρίων αἰεὶ καὶ διὰ παντὸς ἀψευδὲς οὐδέν, οἷον λέγω ζυγὸν ἢ τόρνον ἤ τι τῶν τοιούτων· ἀλλ' ἕκαστον αὐτῶν ὡδὶ μὲν ἔχον ὑγιές ἐστιν, ὡδὶ δὲ μοχθηρόν, καὶ τουτονὶ μὲν χρώμενον τὸν τρόπον ἀληθεύει, τουτονὶ δὲ ψεύδεται. καὶ μὴν εἴ γε πᾶσα αἴσθησις ἀληθὴς ἦν, οὐκ ἔδει τοσοῦτο διαφέρειν αὐτάς. ἄλλαι γάρ εἰσιν ἐγγύθεν καὶ πόρρωθεν καὶ νοσούντων καὶ ἐρρωμένων καὶ τεχνιτῶν καὶ ἀτέχνων καὶ φρονίμων καὶ ἀφρόνων. τὰς δὲ δὴ τῶν μεμηνότων καὶ παντάπασιν ἄτοπον ἂν εἴη λέγειν ἀληθεῖς εἶναι καὶ τὰς τῶν παρορώντων καὶ παρακουόντων· εὔηθες γὰρ ἂν ἦν τὸ λεγόμενον, ὡς ὁ παρορῶν ἤτοι ὁρᾷ ἢ 14.20.11 οὐχ ὁρᾷ· φαίη γὰρ ἄν τις ὅτι ὁρᾷ μέν, ἀλλ' οὐκ ὀρθῶς. ὁπόταν μέντοι φῶσιν, ὡς ἡ μὲν αἴσθησις οὖσα ἄλογος οὐδὲν προστίθησιν οὐδ' ἀφαιρεῖ, φαίνονται τἀμποδὼν οὐχ ὁρῶντες· ἐπὶ γὰρ τοῦ ἐρετμοῦ τοῦ ἐν τῷ ὕδατι κἀπὶ τῶν γραφῶν καὶ μυρίων ἄλλων ἡ αἴσθησίς ἐστιν ἡ ἀπατῶσα. διὸ καὶ μεμφόμεθα πάντες ἐπὶ τῶν τοιούτων οὐ τὸν νοῦν ἡμῶν, ἀλλὰ τὴν φαντασίαν. ἐλέγχει γὰρ ὁ λόγος αὐτὸς ἑαυτὸν ἀξιῶν ἅπασαν ἀληθῆ φαντασίαν εἶναι· τὴν γὰρ ἡμετέραν, δι' ἣν οὐκ οἰόμεθα πᾶσαν εἶναι τοιαύτην, ψευδῆ πάντως ἀποφανεῖ. συμβαίνει 14.20.12 τοίνυν αὐτοῖς ἅπασαν φαντασίαν ἀληθῆ καὶ ψευδῆ λέγειν εἶναι. καθόλου δὲ ἁμαρτάνουσιν ἀξιοῦντες ὁποῖα ἂν ἡμῖν φαίνηται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι. τοὐναντίον γάρ, ὁποῖα πέφυκε, τοιαῦτα φαίνεται καὶ οὐχ ἡμεῖς αὐτὰ ποιοῦμεν οὕτως ἔχειν, ἀλλ' ὑπ' ἐκείνων αὐτοὶ διατιθέμεθά πως. ἐπεὶ καὶ γελοῖον εἴη ἄν, εἰ διανοηθείημεν ἡμεῖς ὥσπερ οἱ ζωγράφοι καὶ πλάσται σκύλακας ἢ χιμαίρας, ἀξιοῦν εὐθὺς εἶναι ταῦτα καὶ διὰ τοῦτο φαντάζεσθαι καθάπερ εὐτρεπῆ παρεστῶτα.» 14.20.13 ∆ιότι μὲν οὖν οὐκ ὀρθῶς λέγουσιν οἱ φάσκοντες εἶναι πᾶσαν αἴσθη14.20.13 σιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, δῆλον ἐκ τούτων. ἀλλὰ γὰρ καὶ τούτων οὕτως ἐχόντων αὖθις οἱ περὶ τὸν Ἐπίκουρον ἐκ τῆς Ἀριστίππου διαγωγῆς ὁρμώμενοι πάντα ἡδονῆς ἐξῆπτον καὶ αἰσθήσεως, μόνα τὰ πάθη καταληπτὰ καὶ 14.20.14 τέλος ἀγαθῶν τὴν ἡδονὴν εἶναι ὁριζόμενοι. λέγεται δὲ ὁ Ἐπίκουρος ὑπὸ μέν τινων μηδενὸς ἀκηκοέναι, ἐντυχεῖν δὲ τοῖς τῶν παλαιῶν συγγράμμασιν· ὑπό τινων δ' ὅτι ἤκουσε Ξενοκράτους, ὕστερον δὲ καὶ Ναυσιφάνους τοῦ Πύρρωνος γενομένου γνωρίμου. τίνα δὴ οὖν τὰ καὶ πρὸς αὐτὸν ἀντειρημένα τυγχάνει, θεασώμεθα·
14.21.1 καʹ. ΠΡΟΣ ΤΟΥΣ ΚΑΤ' ΕΠΙΚΟΥΡΟΝ Η∆ΟΝΗΝ ΤΕΛΟΣ ΟΡΙΖΟΜΕΝΟΥΣ
«Ἐπειδή ἐστι γνῶσις διττή, ἡ μὲν τῶν ἔξω πραγμάτων, ἡ δὲ τῶν ἡμῖν αἱρετῶν καὶ φευκτῶν, ἔνιοί φασι τῆς αἱρέσεως καὶ φυγῆς ἀρχὴν καὶ κριτήριον ἔχειν ἡμᾶς τὴν ἡδονὴν καὶ τὸν πόνον· ἔτι γέ τοι καὶ νῦν τοιαῦτά τινα λέγουσιν οἱ 14.21.2 περὶ τὸν Ἑπίκουρον· ἀναγκαίως οὖν ἔχει καὶ περὶ τούτου σκέψασθαι. τοσούτου τοίνυν ἔγωγε δέω λέγειν ἀρχὴν εἶναι καὶ κανόνα τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὸ πάθος, ὥστε ἔμοιγε δοκεῖ τοῦτο αὐτὸ κριτηρίου δεῖσθαι. διότι μὲν γὰρ ἔστιν, ἑαυτὸ δείκνυσιν, ὁποῖον δ'