250
ἐστὶν ἑτέρου δεῖ τοῦ κρινοῦντος. εἰ μὲν γὰρ οἰκεῖον ἢ ἀλλότριον, ἡ αἴσθησις λέγει, πότερον δ' αἱρετὸν ἢ φευκτόν, 14.21.3 ὁ λόγος. αὐτοί γέ τοί φασιν οὐ πᾶσαν ἡδονὴν ἀσπάζεσθαι καὶ πάντα πόνον ἐκτρέπεσθαι. τοῦτο δὲ συμβέβηκε καὶ μάλα εἰκότως. τὰ μὲν γὰρ κριτήρια καὶ ἑαυτὰ δείκνυσι καὶ τὰ κρινόμενα, τὸ μέντοι πάθος ἑαυτὸ μόνον. ὅτι δ' οὕτως ἔχει, μαρτυροῦσιν αὐτοί. καίπερ γὰρ ἀξιοῦντες ἅπασαν ἡδονὴν ἀγαθὸν εἶναι καὶ πᾶσαν ἀλγηδόνα κακόν, ὅμως οὐκ ἀεί φασι δεῖν τὴν μὲν αἱρεῖσθαι, 14.21.4 τὴν δὲ φεύγειν· μετρεῖσθαι γὰρ αὐτὰ τῷ ποσῷ, εἰ καὶ οὐ τῷ ποιῷ. δῆλον οὖν ὡς τό γε ποσὸν οὐδὲν ἀλλ' ἢ ὁ λόγος κρίνει· τὸ γὰρ «ἄμεινόν ἐστιν ὑπομεῖναι τούσδε τινὰς τοὺς πόνους, ὅπως ἡσθείημεν ἡδονὰς μείζους» καὶ τὸ «συμφέρει τῶνδέ τινων ἀπέχεσθαι τῶν ἡδονῶν, ἵνα μὴ ἀλγῶμεν ἀλγηδόνας χα14.21.5 λεπωτέρας» καὶ πάντα τὰ τοιαῦτα λόγος ὁ κρίνων ἐστίν. τὸ δ' ὅλον, αἱ μὲν αἰσθήσεις καὶ αἱ φαντασίαι καθαπερεὶ κάτοπτρα καὶ εἰκόνες ἐοίκασι τῶν πραγμάτων εἶναι· τὰ μέντοι πάθη καὶ αἱ ἡδοναὶ καὶ οἱ πόνοι τροπαὶ καὶ ἀλλοιώσεις ἡμῶν αὐτῶν. ταύτη δὲ αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι πρὸς τὰ ἔξω βλέπομεν, ἡδόμενοι δὲ καὶ ἀλγοῦντες ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. τὰς μὲν γὰρ αἰσθήσεις ἡμῶν τὰ ἔξω ποιεῖ καὶ ὁποῖα ἂν ᾖ ἐκεῖνα, τοιαύτας ἀπεργάζεται καὶ τὰς φαντασίας, τὰ δὲ πάθη ποιὰ ἄττα γίνεται δι' ἡμᾶς καὶ ὡς ἂν ἡμεῖς 14.21.6 ἔχωμεν. διὸ ταῦτα ποτὲ μὲν ἡδέα, ποτὲ δ' ἀηδῆ φαίνεται καὶ ἔσθ' ὅτε μὲν μᾶλλον, ἔσθ' ὅτε δὲ ἧττον. ὧν οὕτως ἐχόντων εὑρήσομεν, εἰ ἐθέλοιμεν σκοπεῖν, ἄριστα τὰς τῆς γνώσεως ἀρχὰς ὑποτιθεμένους ὁπόσοι καὶ τὰς αἰσθή14.21.7 σεις καὶ τὸν νοῦν παραλαμβάνουσιν. ἔοικε δ' ἡ μὲν αἴσθησις ταῖς ἄρκυσι καὶ τοῖς δικτύοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις θηράτροις, ὁ δὲ νοῦς καὶ ὁ λόγος τοῖς κυσὶ τοῖς στιβεύουσι καὶ μεταθέουσιν. αὐτῶν μέντοι τούτων ἄμεινον φιλοσοφεῖν οἴεσθαι χρὴ τοὺς μήτε ταῖς αἰσθήσεσιν ὡς ἔτυχε χρωμένους μήτε τὰ πάθη παραλαμβάνοντας ἐπὶ τὴν τἀληθοῦς διάγνωσιν. ἢ δεινόν γ' ἂν εἴη πεφυκότας ἀνθρώπους ἡδοναῖς καὶ πόνοις ἀλόγοις ἐπιτρέπειν ἑαυτούς, ἀφέντας τὸν θειότατον κριτὴν νοῦν.» Ταῦτα ἀπὸ τῶν Ἀριστοκλέους.
14.22.1 κβʹ. ΕΤΙ ΠΡΟΣ ΤΟΥΣ ΤΗΝ Η∆ΟΝΗΝ ΤΟ ΑΓΑΘΟΝ ΕΙΝΑΙ
ΟΡΙΖΟΜΕΝΟΥΣ· ΑΠΟ ΤΟΥ ΦΙΛΗΒΟΥ ΠΛΑΤΩΝΟΣ «Καθ' ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν. δεῖ γὰρ ἰδεῖν ποτέρῳ μᾶλλον ξυγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν. Κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις; Ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὦ Πρώταρχε, καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ, πότερον ἡδονὴ ξυγγενέστερον ἢ νοῦς ἀληθείᾳ. 14.22.2 Τί δὲ χρόνου δεῖ; πολὺ γάρ, οἶμαι, διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων τὸ ἀλαζονέστατον· ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι· καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδομένων νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων· νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον. 14.22.3 Οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψῃ, πότερον ἡδονὴ φρονήσεως, ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται; Εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας. οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν ὄντων πεφυκὸς ἀμετρότερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρότερον οὐδ' ἂν ἕν ποτε. 14.22.4 Καλῶς εἴρηκας. ὅμως δ' ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλέον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον; Ἆρ' οὐ φρόνησιν μὲν καὶ νοῦν, ὦ Σώκρατες, οὐδεὶς πώποτε οὔθ' ὕπαρ οὔτ' ὄναρ αἰσχρὸν