251
οὔτε εἶδεν οὔτ' ἐπενόησεν οὐδαμοῦ οὐδαμῶς οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον; Ὀρθῶς. 14.22.5 Ἡδονὰς δέ γε δήπου, καὶ ταύτας σχεδὸν τὰς μεγίστας, ὅταν ἴδωμεν ἡδόμενον ὁντινοῦν, ἢ τὸ γελοῖον ἐπ' αὐταῖς ἢ τὸ πάντων αἴσχιστον ἑπόμενον ὁρῶντες αὐτοί τε αἰσχυνόμεθα καὶ ἀφανίζοντες κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα διδόντες, ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά. 14.22.6 Πάντη δὲ φήσεις, ὦ Πρώταρχε, ὑπό τ' ἀγγέλων πέμπων καὶ παροῦσι φράζων, ὡς ἡδονὴ κτῆμα οὐκ ἔστι πρῶτον οὐδ' αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν πη περὶ μέτρον καὶ τὸ μέτριον καὶ τὸ καίριον καὶ πάντα ὁπόσα χρὴ τοιαῦτα νομίζειν τὴν ἀΐδιον ᾑρῆσθαι φύσιν. Φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων. 14.22.7 ∆εύτερον μὴν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ τὸ τέλεον καὶ ἱκανὸν καὶ πάνθ' ὁπόσα τῆς γενέσεως αὐτῆς ἐστι. Ἔοικε γοῦν. 14.22.8 Τὸ τοίνυν τρίτον, ὡς ἡ ἐμὴ μαντεία, νοῦν καὶ φρόνησιν τιθεὶς οὐκ ἂν μέγα τι τῆς ἀληθείας παρεξέλθοις. Ἴσως. 14.22.9 Ἆρ' οὖν οὐ τέταρτα, ἃ τῆς ψυχῆς αὐτῆς ἔθεμεν, ἐπιστήμας τε καὶ τέχνας καὶ δόξας ὀρθὰς λεχθείσας, ταῦτ' εἶναι τὰ πρὸς τοῖς τρισὶ τέτταρτα, εἴπερ τοῦ ἀγαθοῦ ἐστι μᾶλλον ἢ τῆς ἡδονῆς ξυγγενῆ; Τάχ' ἄν. 14.22.10 Πέμπτας τοίνυν ἃς ἡδονὰς ἔθεμεν ἀλύπους ὁρισάμενοι, καθαρὰς ἐπονομάσαντες τῆς ψυχῆς αὐτῆς, ἐπιστήμας, τὰς δὲ αἰσθήσεις ἑπομένας. Ἴσως. 14.22.11 «Ἕκτῃ δ' ἐν γενεᾷ,» φησὶν Ὀρφεύς, «κατεπαύσατε κόσμον ἀοιδῆς,» ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτῃ καταπεπαυμένος εἶναι κρίσει. τὸ δὴ μετὰ ταῦθ' ἡμῖν οὐδὲν λοιπὸν πλὴν ὥσπερ κεφαλὴν ἀποδοῦναι τοῖς εἰρημένοις. Οὐκοῦν χρή. 14.22.12 Ἴσθι δή, τὸ τρίτον τῷ σωτῆρι τὸν αὐτὸν διαμαρτυράμενοι λόγον ἐπέλθωμεν. Ποῖον δή; Φίληβος τἀγαθὸν ἔθετο ἡμῖν ἡδονὴν εἶναι πᾶσαν καὶ παντελῆ. Τρίτον, ὦ Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλαβεῖν δεῖν λόγον. 14.22.13 Ναί. τὸ δέ γε μετὰ τοῦτο ἀκούωμεν. ἐγὼ γὰρ δὴ κατιδὼν ἅπερ νῦν διελήλυθα καὶ δυσχεράνας τὸν Φιλήβου λόγον οὐ μόνον, ἀλλὰ καὶ ἄλλων πολλάκις μυρίων, εἶπον ὡς ἡδονῆς γε νοῦς εἴη μακρῷ βέλτιόν τε καὶ ἄμεινον τῷ τῶν ἀνθρώπων βίῳ. Ἦν ταῦτα. 14.22.14 Ὑποπτεύων δέ σε καὶ ἄλλα καὶ πολλά, εἶπον ὡς, εἰ φανείη τι τούτων ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν δευτερείων νῷ πρὸς ἡδονὴν ξυνδιαμαχοίμην, ἡδονὴ δὲ καὶ δευτερείων στερήσοιτο. Εἶπες γὰρ οὖν καὶ μετὰ ταῦτά γε περί γ' ὧν ἱκανώτατα· τούτων οὐδέτερον ἱκανὸν ἀνεφάνη. Ἀληθέστατα. 14.22.15 Οὐκοῦν παντάπασιν ἐν αὐτῷ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονή, μηδὲ τἀγαθὸν αὐτὸ μηδέτερον αὐτοῖν εἶναι στερομένων αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως; Ὀρθότατα. Φανέντος δέ γε ἄλλου τινὸς κρείττονος τούτοιν ἑκατέρου τρίτου αὖ, νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ. Πῶς γὰρ οὔ; 14.22.16 Οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ὡς νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτ' ἂν ἡ τῆς ἡδονῆς δύναμις. Ἔοικεν. Πρῶτον δέ γε οὐδ' ἂν οἱ πάντες βόες τε καὶ ἵπποι καὶ τἄλλα ξύμπαντα θηρία φῶσι, τῷ τὸ χαίρειν διώκειν· οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόφῳ μεμαντευμένων ἑκάστοτε λόγων. Ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες.» 14.22.17 Ταῦτα ὁ Πλάτων. ἐγὼ δέ σοι καὶ ∆ιονυσίου, τῆς κατὰ Χριστὸν φιλοσοφίας ἐπισκόπου ἀνδρός, ἀπὸ τῶν Περὶ φύσεως βραχέα τῶν πρὸς Ἐπίκουρον ἀντειρημένων παραθήσομαι. σὺ δὲ λαβὼν ἀνάγνωθι τὰς τοῦτον ἐχούσας αὐτοῦ τὸν τρόπον φωνάς· 14.23.1 κγʹ. ΠΡΟΣ ΤΟΥΣ ΚΑΤ' ΕΠΙΚΟΥΡΟΝ ΠΡΟΝΟΙΑΝ ΜΕΝ ΑΡΝΟΥΜΕΝΟΥΣ
ΑΤΟΜΟΙΣ ∆Ε ΣΩΜΑΣΙΝ ΑΝΑΤΙΘΕΝΤΑΣ ΤΟ ΠΑΝ