252
«Πότερον ἕν ἐστι συναφὲς τὸ πᾶν, ὡς ἡμῖν τε καὶ τοῖς σοφωτάτοις Ἑλλήνων Πλάτωνι καὶ Πυθαγόρᾳ καὶ τοῖς ἀπὸ τῆς Στοᾶς καὶ Ἡρακλείτῳ φαίνεται, ἢ δύο, ὡς ἴσως τις ὑπέλαβεν, ἢ καὶ πολλὰ καὶ ἄπειρα, ὥς τισιν ἄλλοις ἔδοξεν, οἳ πολλαῖς τῆς διανοίας παραφοραῖς καὶ ποικίλαις προφοραῖς ὀνομάτων τὴν τῶν ὅλων ἐπεχείρησαν κατακερματίζειν οὐσίαν ἄπειρόν τε καὶ 14.23.2 ἀγένητον καὶ ἀπρονόητον ὑποτίθενται; οἱ μὲν γὰρ ἀτόμους προσειπόντες ἄφθαρτά τινα καὶ σμικρότατα σώματα πλῆθος ἀνάριθμα καί τι χωρίον κενὸν μέγεθος ἀπεριόριστον προβαλόμενοι, ταύτας δή φασι τὰς ἀτόμους ὡς ἔτυχεν ἐν τῷ κενῷ φερομένας αὐτομάτως τε συμπιπτούσας ἀλλήλαις διὰ ῥύμην ἄτακτον καὶ συμπλεκομένας διὰ τὸ πολυσχήμονας οὔσας ἀλλήλων ἐπιλαμβάνεσθαι, καὶ οὕτω τόν τε κόσμον καὶ τὰ ἐν αὐτῷ, μᾶλλον δὲ κόσμους ἀπείρους 14.23.3 ἀποτελεῖν. ταύτης δὲ τῆς δόξης Ἐπίκουρος γεγόνασι καὶ ∆ημόκριτος· τοσοῦτον δὲ διεφώνησαν ὅσον ὁ μὲν ἐλαχίστας πάσας καὶ διὰ τοῦτο ἀνεπαισθήτους, ὁ δὲ καὶ μεγίστας εἶναί τινας ἀτόμους ὁ ∆ημόκριτος ὑπέλαβεν. ἀτόμους δὲ εἶναί φασιν ἀμφότεροι καὶ λέγεσθαι διὰ τὴν ἄλυτον στερρότητα. 14.23.4 οἱ δὲ τὰς ἀτόμους μετονομάσαντες ἀμερῆ φασιν εἶναι σώματα, τοῦ παντὸς μέρη, ἐξ ὧν ἀδιαιρέτων ὄντων συντίθεται τὰ πάντα καὶ εἰς ἃ διαλύεται. καὶ τούτων φασὶ τῶν ἀμερῶν ὀνοματοποιὸν ∆ιόδωρον γεγονέναι· ὄνομα δέ, φασίν, αὐτοῖς ἄλλο Ἡρακλείδης θέμενος ἐκάλεσεν ὄγκους, παρ' οὗ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐκληρονόμησε τὸ ὄνομα.» Ταῦτ' εἰπὼν ἑξῆς ἀνασκευάζει τὸ δόγμα διὰ πολλῶν, ἀτὰρ καὶ διὰ τούτων·
14.24.1 κδʹ. ΑΠΟ ΤΩΝ ΕΝ ΑΝΘΡΩΠΟΙΣ ΥΠΟ∆ΕΙΓΜΑΤΩΝ «Πῶς αὐτῶν ἀνασχώμεθα τυχηρὰ λεγόντων εἶναι συμπτώματα τὰ σοφὰ καὶ διὰ τοῦτο καλὰ δημιουργήματα; ὧν ἕκαστόν τε καθ' ἑαυτὸ γενόμενον ὤφθη τῷ προστάξαντι γενέσθαι καλὸν καὶ συλλήβδην ὁμοίως ἅπαντα. καὶ «εἶδε» 14.24.2 γάρ, φησίν, «ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» ἀλλ' οὐδὲ ἀπὸ τῶν μικρῶν τῶν συνήθων καὶ παρὰ πόδας νουθετοῦνται παραδειγμάτων, ἐξ ὧν δύνανται μανθάνειν ὅτι χρειῶδες μὲν καὶ πρὸς ὠφέλειαν ἔργον οὐδὲν ἀνεπιτηδεύτως οὐδὲ συμβατικῶς ἀπεργάζεται, ἀλλὰ χειρουργούμενον εἰς τὴν πρέπουσαν ὑπηρεσίαν καταρτίζεται· ὅταν δὲ εἰς ἄχρηστον μεταπίπτῃ καὶ ἀνωφελές, τότε διαλυόμενον ἀορίστως καὶ ὡς ἂν τύχῃ διασκίδναται, ἅτε μηκέτι μεταχειριζομένης μηδὲ διαταττούσης αὐτὸ τῆς σοφίας, ᾗ τοῦ συνεστά14.24.3 ναι τοῦτο ἔμελεν. ἱμάτιόν τε γὰρ οὐ χωρὶς ἱστουργοῦ συνισταμένων τῶν στημόνων οὐδὲ τῆς κρόκης αὐτομάτως παρεμπλεκομένης ἀνυφαίνεται, εἰ δὲ κατατριβείη, τὰ λακισθέντα διαρριπτεῖται ῥάκη· οἰκία τε ἀνοικοδο μεῖται καὶ πόλις οὐ τοὺς μέν τινας δεχομένη θεμελίοις αὐτομολοῦντας λίθους, τοὺς δὲ ἀναπηδῶντας εἰς τὰς ἐπιβολάς, ἀλλὰ κατὰ χώραν ὁ τοιχοδόμος τοὺς εὐθέτους ἐπιφέρει· καταρριφθείσης δέ, ὡς ἂν παρείκῃ κατενεχθεὶς ἕκαστος 14.24.4 ἀπεσφάλη. καὶ κατασκευαζομένης νεὼς οὐχ ἡ μέν τις ὑπέβαλεν ἑαυτὴν τρόπις, ὁ δὲ κατὰ μέσην ἑαυτὸν ἱστὸς ὤρθωσε καὶ τῶν ἄλλων ἕκαστον ξύλων ἣν ἔτυχεν ἐξ ἑαυτοῦ θέσιν κατέλαβεν· οὐδὲ τὰ λεγόμενα ἑκατὸν τῆς ἁμάξης ξύλα καθ' ὃν εὗρε κενὸν τόπον ἕκαστον συνεπάγη· ἀλλ' ὁ τέκτων ἑκατέρας συνεκόμισε καίριον, εἰ δὲ διαλυθείη ἡ ναῦς ἐνθαλασσεύουσα, ἢ φερομένη κατὰ γῆν ἅμαξα, ὅπῃ τύχῃ τὰ ξύλα τὰ μὲν ὑπὸ τῶν κυμάτων, τὰ δὲ ὑπὸ τῆς συντόνου 14.24.5 ῥύμης διασπείρεται. οὕτως ἂν ἁρμόζοι λέγειν αὐτοῖς καὶ τὰς ἀτόμους, ἀργὰς μενούσας καὶ ἀχειροποιήτους καὶ ἀχρήστους, εἰκῇ φέρεσθαι. ὁράτωσαν γὰρ τὰς ἀθεάτους ἐκεῖνοι