253
καὶ τὰς ἀνοήτους νοείτωσαν, οὐχ ὁμοίως ἐκείνῳ, ὃς φανερωθὲν ἑαυτῷ τοῦτο ὑπὸ τοῦ θεοῦ πρὸς αὐτὸν ὁμολογεῖ· «Τὸ ἀκατ14.24.6 έργαστόν σου εἴδοσαν οἱ ὀφθαλμοί μου.» ὅταν δὲ καὶ ἅ φασιν ἐξ ἀτόμων ὑφάσματα γίνεσθαι τὰ εὐήτρια, ταῦθ' ὑπ' αὐτῶν ἀσόφως καὶ ἀναισθήτως αὐτουργεῖσθαι λέγωσι, τίς ἀνέξεται τὰς ἀτόμους ἀκούων ἐρίθους, ὧν καὶ ὁ ἀράχνης ἐστὶ σοφώτερος χειροτεχνῶν ἐξ ἑαυτοῦ;
14.25.1 κεʹ. ΑΠΟ ΤΗΣ ΤΟΥ ΠΑΝΤΟΣ ΣΥΣΤΑΣΕΩΣ
Ἢ τὸν μέγαν τοῦτον οἶκον τὸν ἐξ οὐρανοῦ καὶ γῆς συνεστῶτα καὶ διὰ τὸ μέγεθος καὶ πλῆθος τῆς ἐπιφαινομένης αὐτῷ σοφίας καλούμενον κόσμον ὑπὸ τῶν σὺν οὐδενὶ κόσμῳ φερομένων ἀτόμων κεκοσμῆσθαι καὶ γεγονέναι 14.25.2 κόσμον ἀκοσμίαν; πῶς δὲ κινήσεις καὶ ὁδοὺς εὐτάκτους ἐξ ἀτάκτου προάγεσθαι φορᾶς; πῶς δὲ τὴν παναρμόνιον τῶν οὐρανίων χορείαν ἐξ ἀμούσων καὶ ἀναρμόστων συνᾴδειν ὀργάνων; 14.25.3 Τίνα δὲ τρόπον, μιᾶς οὔσης καὶ τῆς αὐτῆς ἁπασῶν οὐσίας καὶ τῆς αὐτῆς ἀφθάρτου φύσεως πλὴν τῶν μεγεθῶν, ὥς φασι, καὶ τῶν σχημάτων, τὰ μέν ἐστι θεῖα καὶ ἀκήρατα καὶ αἰώνια, ὡς αὐτοὶ φήσαιεν ἄν, σώματα ἢ μακραίωνά γε κατὰ τὸν οὕτως ὀνομάσαντα φαινόμενά τε καὶ ἀφανῆ φαινόμενα μὲν ἥλιος καὶ σελήνη καὶ ἀστέρες γῆ τε καὶ ὕδωρ, ἀφανῆ δὲ θεοί τε καὶ δαίμονες καὶ ψυχαί· 14.25.4 ταῦτα γὰρ οὐδὲ θέλοντες ὑπάρχειν ἀρνήσασθαι δύνανται· τὰ δὲ μακροβιώτατα ζῷά τε καὶ φυτά ζῷα μὲν ἔν τε ὄρνισιν, ὥς φασιν, ἀετοὶ κόρακές τε καὶ φοίνικες ἔν τε χερσαίοις ἔλαφοί τε καὶ ἐλέφαντες καὶ δράκοντες, ἐν δὲ τοῖς ἐνύδροις τὰ κήτη· δένδρα δὲ φοίνικες καὶ δρύες καὶ περσέαι· καὶ τῶν γε δένδρων τὰ μέν ἐστιν ἀειθαλῆ, ἃ καὶ καταριθμήσας τις εἶπεν εἶναι τεσσαρακαίδεκα, τὰ δὲ πρὸς καιρὸν ἀνθεῖ καὶ φυλλορροεῖ· τὰ δὲ πλεῖστα τῶν τε φυομένων καὶ τῶν γεννωμένων ἐστὶν ὠκύμορα καὶ βραχυτελῆ ὧν ἐστι καὶ ὁ ἄνθρωπος, ὡς εἶπέ τις ἁγία περὶ αὐτοῦ γραφή· «Βροτὸς δὲ γεννητὸς γυναικὸς ὀλιγόβιος»; 14.25.5 ἀλλὰ τοὺς συνδέσμους φήσουσι τῶν ἀτόμων διαλλάττοντας αἰτίους γίνεσθαι τῆς περὶ τὴν διαμονὴν διαφορᾶς· τὰ μὲν γὰρ ὑπ' αὐτῶν πεπυκνῶσθαι καὶ κατεσφίγχθαι λέγειν, ὥστ' αὐτὰ παντελῶς δυσαπάλλακτα γεγονέναι πιλήματα, τὰ δὲ μανοτέραν καὶ χαλῶσαν τὴν συνάφειαν τῶν ἀτόμων ἐπ' ἔλαττον ἢ πλέον ἐσχηκέναι, ὡς ἢ θᾶττον ἢ μετὰ πολὺ τῆς κολλήσεως αὐτῶν ἀφίστασθαι, καὶ τὰ μὲν ἐκ τοιῶνδε καὶ ὧδέ πως ἐσχηματισμένων, τὰ δὲ ἐξ ἑτέρων ἑτεροίως διακειμένων συμμεμίχθαι. 14.25.6 Τίς οὖν ὁ φυλοκρινῶν συναγείρων τε καὶ ἀναχέων καὶ τάσδε μὲν οὕτω συντάττων εἰς ἥλιον, τάσδε δὲ ὡδὶ ἵνα ἡ σελήνη γένηται, καὶ ἑκάστας συμφέρων κατὰ τὴν οἰκειότητα πρὸς ἑκάστου φαῦσιν ἀστέρος; οὔτε γὰρ αἱ ἡλιακαὶ τοσαίδε καὶ τοιαίδε καὶ ὧδέ πως ἑνωθεῖσαι πρὸς ἐργασίαν καὶ σελήνης καταβεβήκεσαν οὔτε αἱ τῶν σεληνιακῶν ἀτόμων πλεκτάναι γεγόνασί ποτε ἥλιος· ἀλλ' οὐδὲ ἀρκτοῦρος, εἰ καὶ λαμπρός ἐστι, τὰς ἑωσφόρου μεγαλοφρονήσαιτό ποτε ἂν ἀτόμους ἔχειν, οὐδὲ τὰς Ὠρίωνος αἱ Πλειάδες. καλῶς γὰρ ὁ Παῦλος διέστειλεν εἰπών· «Ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη 14.25.7 δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.» καὶ εἰ μὲν ἀνεπαίσθητος αὐτῶν ὡς ἀψύχων ἡ σύμπηξις ἐγένετο, ἐπιστήμονος αὐταῖς ἔδει δημιουργοῦ· εἰ δὲ ἀπροαίρετος καὶ κατ' ἀνάγκην ὡς ἀλόγων ἡ σύνερξις, σοφός τις αὐτὰς ἀγελάρχης συνελαύνων ἐπεστάτησεν· εἰ δὲ ἑκουσίως ἐθελουργῆσαι συγκέκλῃνται, θαυμάσιός τις αὐτῶν ἀρχιτέκτων ἐργοδοτῶν προηγήσατο, ἢ καθάπερ εὔτακτος στρατηγὸς οὐ συγκεχυμένην εἴασε τὴν στρατιὰν καὶ πάντας ἀναμίξ, ἀλλ' ἐν μέρει μὲν τὴν ἵππον, ἰδίᾳ δὲ τοὺς ὁπλίτας τούς τε ἀκοντιστὰς καθ' ἑαυτοὺς καὶ χωρὶς τοὺς τοξότας