254
καὶ τοὺς σφενδονήτας ἔνθα ἐχρῆν 14.25.8 διετάξατο, ἵνα ἀλλήλοις οἱ ὁμόσκευοι συμμαχοῖεν. εἰ δὲ τοῦτο χλεύην οἴονται τὸ παράδειγμα διὰ τὸ μεγάλων σωμάτων με πρὸς τὰ ἐλάχιστα ποιεῖσθαι σύγκρισιν, ἐπὶ τὰ σμικρότατα μεταβησόμεθα.» 14.25.9 Εἶτα τούτοις ἑξῆς ἐπιλέγει· «Εἰ δὲ μήτε λέξις μήτε ἐκλογὴ μήτε τάξις αὐταῖς ἄρχοντος ἐπικέοιτο, αὐταὶ δὲ ἐφ' ἑαυτῶν ἑαυτὰς ἐκ τῆς πολλῆς κατὰ τὴν ῥύσιν τύρβης διευθύνουσαι καὶ τὸν πολὺν τῶν συμπτώσεων διεκπερῶσαι κυδοιμὸν αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας οὐχ ὑπὸ τοῦ θεοῦ, κατὰ τὸν ποιητήν, ἄγοιντο, συντρέχοιεν δὲ καὶ συναγελάζοιντο γνωρίζουσαι τὰς συγγενεῖς, θαυμαστή γε τῶν ἀτόμων ἡ δημοκρατία, δεξιουμένων τε ἀλλήλας τῶν φίλων καὶ περιπλεκομένων εἰς μίαν τε κατασκη νοῦν συνοικίαν ἐπειγομένων καὶ τῶν μὲν ἀποτετορνευμένων αὐτομάτων εἰς ἥλιον φωστῆρα μέγαν, ἵνα ποιήσωσι τὴν ἡμέραν, τῶν δὲ εἰς πολλὰς ἴσως πυραμίδας ἀστέρων ἀναπεφλεγμένων, ἵνα καὶ ὅλον στεφανώσωσι τὸν οὐρανόν, τῶν δὲ περιτεταγμένων, ἵνα αὐτὸν εἰκῇ στερεώσωσι καὶ καμαρώσωσι τὸν αἰθέρα εἰς τὴν τῶν φωστήρων ἐπιβάθραν ἐπιλέξωνταί τε ἑαυταῖς αἱ συνωμοσίαι τῶν χυδαίων ἀτόμων μονὰς καὶ διακληρώσωνται τὸν οὐρανὸν εἰς οἴκους ἑαυταῖς καὶ σταθμούς.» 14.25.10 Εἶτα μεθ' ἕτερά φησιν· «Ἀλλ' οὐδὲ τὰ φανερὰ ὁρῶσιν οὗτοι οἱ ἀπρονόητοι, πολλοῦ γε δέουσι συνορᾶν καὶ τὰ ἀφανῆ. ἐοίκασι γὰρ μηδὲ ἀνατολὰς ἐποπτεύειν τεταγμένας καὶ δύσεις μήτε τῶν ἄλλων μήτε τὰς ἐκπρεπεστάτας ἡλίου μηδὲ χρῆσθαι ταῖς δι' αὐτῶν δεδωρημέναις ἀνθρώποις ἐπικουρίαις, ἀναπτομένῃ μὲν εἰς ἐργασίαν ἡμέρᾳ, ἐπηλυγαζούσῃ δὲ νυκτὶ πρὸς ἀνάπαυλαν. «Ἐξελεύσεται γὰρ ἄνθρωπος 14.25.11 φησίν ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.» ἀλλ' οὐδὲ τὴν ἑτέραν ἐπισκοποῦσιν ἀνακύκλησιν αὐτοῦ, καθ' ἣν ὡρισμένας ὥρας καὶ καιροὺς εὐκαίρους καὶ τροπὰς ἀπαρατρέπτους ἀποτελεῖ, ὑπὸ τῶν ἐξ ὧν ἐστιν ἀτόμων ὁδηγούμενος. ἀλλὰ κἂν μὴ θέλωσιν οἱ δείλαιοι, ὡς δ' οὖν πιστεύουσιν οἱ δίκαιοι· «Μέγας κύριος ὁ ποιήσας αὐτὸν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσε 14.25.12 πορείαν.» ἄτομοι γὰρ ὑμῖν χειμῶνα φέρουσιν, ὦ τυφλοί, καὶ ὑετούς, ἵνα ἡ γῆ τροφὰς ὑμῖν τε καὶ πᾶσι τοῖς ἐπ' αὐτῆς ζῴοις ἀνῇ; θέρος τε ἐπάγουσιν, ἵνα καὶ τοὺς ἀπὸ δένδρων εἰς τρυφὴν καρποὺς λάβητε; καὶ διὰ τί μὴ ταῖς ἀτόμοις προσκυνεῖτε καὶ θύετε ταῖς ἐπὶ καρποῖς, ἀχάριστοί γε μηδὲ ἀπαρχὰς αὐταῖς ὀλίγας τῶν πολλῶν δωρεῶν ἃς παρ' αὐτῶν ἔχουσιν ἀφιεροῦντες;» 14.25.13 Καὶ μετὰ βραχέα φησίν· «Ὁ δὲ πολυεθνὴς καὶ πολυμιγὴς δῆμος τῶν ἀστέρων, οὓς αἱ πολυπλανεῖς καὶ ἀεὶ διαρριπτούμεναι συνέστησαν ἄτομοι, χώρας ἑαυτοῖς κατὰ συνθήκας ἀπεδάσαντο, ὥσπερ ἀποικίαν ἢ συνοικίαν ἀνελόμενοι μηδενὸς οἰκιστοῦ μηδὲ οἰκοδεσπότου προεστηκότος, καὶ τὰς πρὸς τοὺς πλησιοχώρους γειτνιάσεις ἐνωμότως καὶ μετ' εἰρήνης φυλάσσουσιν, οὐχ ὑπερβαίνοντες οὓς κατειλήφασιν ἐξ ἀρχῆς ὅρους, ὥσπερ ὑπὸ τῶν βασιλίδων ἀτόμων νομοθετούμενοι. 14.25.14 ἀλλ' οὐκ ἄρχουσιν ἐκεῖναι· πῶς γὰρ αἱ μηδὲ οὖσαι; ἀλλὰ θείων λογίων ἐπακούσατε· «Ἐν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ· ἀπ' ἀρχῆς καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν· ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν.»« 14.25.15 Καὶ μετὰ βραχέα φησίν· «Ἢ τίς οὕτως εὐτάκτως πεδιάδα γῆν διώδευσε φάλαγξ, οὐ προθέοντος οὐδενός, οὐκ ἐκτρεπομένου, οὐκ ἐμποδοστατοῦντος, οὐκ ἀπολειπομένου τῶν συμπαρατεταγμένων, ὡς ἰσόστοιχοι καὶ συνασπιδοῦντες ἀεὶ προΐασιν ὁ συνεχής τε καὶ ἀδιάστατος ἀόχλητός τε καὶ ἀνεμπόδιστος τῶν ἄστρων στρατός; 14.25.16 ἀλλ' ἐγκλίσεσι καὶ ταῖς εἰς πλάγιον ἐκνεύσεσι γίνονταί τινες αὐτῶν ἄδηλοι τροπαί. καὶ μὴν ἀεὶ καιροφυλακοῦσι καὶ προορῶνται τὰς χώρας, ὅθεν ἕκαστος ἄνεισιν, οἱ τούτοις προσεσχηκότες. εἰπάτωσαν οὖν ἡμῖν οἱ τῶν ἀτόμων τομεῖς καὶ τῶν ἀμερῶν μερισταὶ