254
πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἡμᾶς περιστοιχίζεται. Ἡμεῖς δὲ ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ· πάντες τὰς χεῖρας εἰς πλεονεξίαν εὐτρεπίζομεν, οὐδεὶς εἰς βοήθειαν· πάντες εἰς ἁρπαγὴν, οὐδεὶς εἰς προστασίαν· ἕκαστος πλείονα τὰ ὄντα σπουδάζει ποιῆσαι, οὐδεὶς δὲ πρὸς τὸ βοηθῆσαι τῷ δεομένῳ· ἕκαστος πῶς προσθήσει τοῖς χρήμασι, πολλὴν ἔχει τὴν μέριμναν οὐδεὶς δὲ ὅπως τὴν ψυχὴν αὐτοῦ διασώσῃ. Φόβος εἷς ἔχει πάντας, μὴ πένητες, φησὶ, γενώμεθα· μὴ εἰς γέενναν δὲ ἐμπέσωμεν, οὐδεὶς ἀγωνιᾷ καὶ τρέμει. Ταῦτα θρήνων, ταῦτα διαβολῆς ἄξια. Ἀλλὰ ταῦτα οὐκ ἐβουλόμην λέγειν, ἀλλὰ ὑπὸ τῆς ὀδύνης βιάζομαι. ∆ιὸ σύγγνωτε· ὑπὸ γὰρ τοῦ πένθους ἀναγκάζομαι πολλὰ καὶ ἃ οὐ βούλομαι φθέγγεσθαι. Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινά· ἀπολώλαμεν· Τίς δώσει τῇ κεφαλῇ 63.887 μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων; Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν, στενάξωμεν. Τάχα τινές εἰσιν ἐνταῦθα λέγοντες, Πάντοτε θρήνους ἡμῖν λέγεις, πάντοτε δάκρυα. Οὐκ ἐβουλόμην, πιστεύσατε, οὐκ ἐβουλόμην, ἀλλ' ἐγκώμια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ τούτων ὁ καιρός. Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν· οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἀποθάνῃς, καὶ οὐ κλαίω. Σὺ δὲ ἂν μὲν τὸ σῶμά σου ἀλγῇ, πάντας παρακαλεῖς συναλγεῖν, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ συναλγοῦντάς σοι· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μὴ πενθεῖν; Ἀλλ' οὐ δύναμαι· πατὴρ γάρ εἰμι, καὶ πατὴρ φιλόστοργος. Ἀκούετε οἷα βοᾷ ὁ Παῦλος, Τεκνία μου, οὓς πάλιν ὠδίνω. Ποία γὰρ μήτηρ κύουσα οὕτω δεινὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος; Εἴθε ἐνῆν νῦν αὐτῆς τῆς διανοίας τὴν πυρὰν ἰδεῖν, καὶ εἶδες ἂν, ὅτι πάσης γυναικὸς καὶ κόρης χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι. Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν. Οὐδεμίαν γὰρ ὁρῶ προκοπήν· πάντας εἰς διαβολὰς καὶ κατηγορίας, οὐδεὶς εἰς ἔργον τίθεται ἀρέσκειν Θεῷ, ἀλλὰ, Τὸν δεῖνα, φησὶ, λέγωμεν κακῶς, καὶ τὸν 63.888 δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου, ὁ δεῖνα ἀσόμνως βιοῖ. Ὀφείλοντες τὰ ἡμέτερα πενθεῖν, κατακρίνομεν ἑτέρους· οὐδὲ, εἰ καθαροὶ ὦμεν ἁμαρτημάτων, ὀφείλομεν τοῦτο ποιεῖν. Τίς γάρ σε διακρίνει, φησί; Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Τί δὲ κρίνεις τὸν ἀδελφόν σου μυρίων γέμων κακῶν; Ὅταν εἴπῃς, ὁ δεῖνα μοχθηρός ἐστι καὶ λυμεὼν καὶ πονηρὸς, ἐννόησον σαυτὸν, καὶ ἐξέτασον τὰ σαυτοῦ ἀκριβῶς, καὶ μεταμεληθήσῃ ἐπὶ τοῖς λεχθεῖσιν. Οὐ γάρ ἐστιν, οὐκ ἔστι πρὸς ἀρετὴν προτροπή τις τοιαύτη, οἷον ἁμαρτημάτων ἀνάμνησις Ἐὰν ταῦτα τὰ δύο στρέφωμεν παρ' ἑαυτοῖς, δυνησόμεθα τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, δυνησόμεθα καθαίρειν ἑαυτοὺς καὶ ἀποσμήχειν· μόνον λάβωμεν ἔννοιάν ποτε, μεριμνήσωμεν τὸ πρᾶγμα, ἀγαπητοί· ἀλγήσωμεν ἐνταῦθα τῷ λογισμῷ, ἵνα μὴ ἀλγήσωμεν ἐκεῖ τῇ κολάσει, ἀλλ' ἵνα ἀπολαύσωμεν τῶν αἰωνίων ἀγαθῶν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἵνα τύχωμεν τῶν ὑπερβαινόντων τὸν ἀνθρώπινον νοῦν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 63.887 ΛΟΓΟΣ ΜΕʹ. Περὶ τοῦ μὴ πενθεῖν σφοδρῶς τοὺς τελευτῶντας. Μὴ πενθῶμεν πικρῶς, ἀγαπητοὶ, τοὺς τελευτῶντας καὶ τοὺς ἐνθένδε ἀπιόντας, ἀλλὰ μᾶλλον θρηνήσωμεν καὶ κλαύσωμεν τοὺς κακῶς τὸν ἑαυτῶν βίον καταλύσαντας. Ἐπεὶ καὶ γεωργὸς, ὅταν ἴδῃ τὸν σῖτον διαλυόμενον, οὐ θρηνεῖ, ἀλλ' ἕως μὲν ἂν βλέπῃ στερεὸν ἐν τῇ γῇ μένοντα, δέδοικε καὶ τρέμει· ἐπὰν δὲ ἴδῃ διαλυθέντα, χαίρει· ἀρχὴ γὰρ τῆς μελλούσης σπορᾶς ἡ διάλυσις. Οὕτω καὶ ἡμεῖς τότε χαίρωμεν, ὅταν πέσῃ ἡ οἰκία ἡ φθαρτὴ, ὅταν σπαρῇ ὁ ἄνθρωπος. Καὶ μὴ θαυμάσῃς, εἰ σπορὰν τὴν ταφὴν ἐκάλεσε· καὶ γὰρ αὕτη βελτίων ἡ σπορά. Ἐκείνην μὲν γὰρ διαδέχονται θάνατοι καὶ πόνοι καὶ κίνδυνοι καὶ φροντίδες, ταύτην δὲ, ἂν ὀρθῶς βιῶμεν, στέφανοι καὶ βραβεῖα· καὶ τὴν μὲν φθορὰ καὶ θάνατος,