255
καὶ τῶν ἀσυνθέτων συναγωγεῖς καὶ τὰ ἄπειρα περινοοῦντες, πόθεν ἡ κυκλοφορικὴ τῶν οὐρανίων συνοδία περιοδία, οὐχ ἑνὸς παραλόγως ἀτόμων πήγματος οὕτω σφενδονηθέντος, ἀλλὰ τοσούτου κυκλίου χοροῦ κατὰ ῥυθμὸν ἴσα βαίνοντος καὶ συμπεριδινουμένου, πόθεν ἀδιάτακτοι καὶ ἀπροαίρετοι καὶ ἀγνῶτες ἀλλήλων συνέμποροι παμπληθεῖς συνανεστράφησαν. καλῶς τε ὁ προφήτης ἐν τοῖς ἀδυνάτοις καὶ ἀνενδείκτοις ἔταξε τὸ ξένους κἂν δύο συνδραμεῖν· «Εἰ πορεύσονται φησί δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;»« 14.25.17 Ταῦτ' εἰπὼν μυρία τε ἄλλα τούτοις ἐπαγαγὼν ἑξῆς κατασκευάζει διὰ πλειόνων τὸ πρόβλημα ἀπό τε τῶν κατὰ μέρος στοιχείων τοῦ παντὸς ἀπό τε τῶν ἐν τούτοις παντοδαπῶν ζῴων καὶ δὴ καὶ ἀπὸ τῆς τἀνθρώπου φύσεως. ἐξ ὧν ἔτι βραχέα τοῖς εἰρημένοις προσθεὶς καταπαύσω τὸν παρόντα λόγον·
14.26.1 κʹ. ΑΠΟ ΤΗΣ ΤΑΝΘΡΩΠΟΥ ΦΥΣΕΩΣ
«Καὶ οὔτε ἑαυτοὺς οὔτε τὰ περὶ ἑαυτοὺς ὁρῶσιν. εἰ γάρ τις τῶν ἀρχηγετῶν τοῦ τῆς ἀσεβείας ταύτης δόγματος ἑαυτὸν ὅστις ἐστὶ καὶ ὅθεν ἀνελογίζετο, ἐφρόνησεν ἂν ἅπερ ὁ συνῃσθημένος ἑαυτοῦ καὶ εἶπεν ἂν οὐ πρὸς τὰς ἀτόμους, ἀλλὰ πρὸς τὸν πατέρα καὶ ποιητὴν ἑαυτοῦ· «Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με» καὶ προσεπεξειργάσατο ἂν ὡς ἐκεῖνος τὸν θαυμάσιον τῆς ποιήσεως ἑαυτοῦ τρόπον· «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ, δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.» 14.26.2 πόσας γὰρ ἀτόμους ὁ Ἐπικούρου πατὴρ καὶ ποταπὰς ἐξ ἑαυτοῦ προέχεεν, ὅτ' ἀπεσπέρμαινεν Ἐπίκουρον; καὶ πῶς εἰς τὴν μητρῴαν αὐτοῦ κατακλῃσθεῖσαι γαστέρα συνεπάγησαν, ἐσχηματίσθησαν, ἐμορφώθησαν, ἐκινήθησαν, ηὐξήνθησαν, καὶ πολλὰς ἡ βραχεῖα ῥανὶς τὰς Ἐπικούρου ἀτόμους προσκαλεσαμένη τὰς μὲν ἐπημφίεσεν αὐτὸν δέρμα καὶ σάρκα γενομένας, ταῖς δὲ ὀστω14.26.3 θείσαις ἀνώρθωται, ταῖς δὲ συνεδέθη νευρορραφούμενος, τά τε ἄλλα πολλὰ μέλη καὶ σπλάγχνα καὶ ἔγκατα καὶ αἰσθητήρια τὰ μὲν ἔνδοθεν, τὰ δὲ θύραθεν ἐφήρμοσε, δι' ὧν ἐζῳογονήθη τὸ σῶμα; ὧν οὐδὲν ἀργὸν οὐδὲ ἀχρεῖον προσετέθη, ἐπεὶ μηδὲ τὰ φαυλότατα, μήτε τρίχες μήτε ὄνυχες, πάντα δέ, τὰ μὲν πρὸς τὸ τῆς συστάσεως ὄφελος, τὰ δὲ πρὸς τὸ κάλλος τῆς ὄψεως συντε14.26.4 λεῖ. οὐ γὰρ τῆς χρείας μόνης, ἀλλὰ καὶ τῆς ὥρας ἐπιμελὴς ἡ Πρόνοια. ἔρυμα μὲν γὰρ καὶ σκέπασμα πᾶσι τῆς κεφαλῆς ἡ κόμη, εὐπρέπεια δὲ ὁ πώγων τῷ φιλοσόφῳ. τήν τε τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου φύσιν ἐκ τῶν μερῶν ἀναγκαίων πάντων ἥρμοσε καὶ τοῖς μέλεσι πᾶσι τήν τε πρὸς ἄλληλα 14.26.5 κοινωνίαν περιέβαλε καὶ τὴν παρὰ τοῦ ὅλου χορηγίαν ἐπεμέτρησεν. ὧν τὰ μὲν ὁλοσχερῆ καὶ τοῖς ἰδιώταις ἐκ τῆς πείρας ἣν ἔχει δύναμιν πρόδηλα· κεφαλῆς ἡγεμονία καὶ περὶ τὸν ἐγκέφαλον, ὥσπερ ἄρχοντα ἐν ἀκροπόλει, τῶν αἰσθήσεων ἡ δορυφορία· προσιοῦσαι μὲν ὄψεις, ἀναγγέλλουσαι δὲ ἀκοαί, ἐδωδὴ ὥσπερ φορολογοῦσα, ὄσφρησις καθάπερ ἀνιχνεύουσα καὶ διερευνω14.26.6 μένη καὶ ἁφὴ πᾶν διατάττουσα τὸ ὑπήκοον κεφαλαιωδῶς γὰρ νῦν ὀλίγα τῶν τῆς πανσόφου Προνοίας ἔργων ἐπιδραμούμεθα, μετ' ὀλίγον ἀκριβέστερον τοῦ θεοῦ διδόντος ἐπεξεργασόμενοι, ὅταν πρὸς τὸν δοκοῦντα λογιώτερον 14.26.7 ἀποτεινώμεθα· χειρῶν διακονία, δι' ὧν ἐργασίαι τε παντοῖαι καὶ πολυμήχανοι τελοῦνται τέχναι ταῖς κατὰ μέρος δυνάμεσιν εἰς μίαν συνεργίαν διηρθρωμένων, ὤμων τε ἀχθοφορίαι καὶ κατοχαὶ δακτύλων ἀγκώνων τε καμπαί, πρός τε τὸ σῶμα εἴσω στρεφόμεναι καὶ πρὸς τὸ ἐκτὸς ἀπονεύουσαι, ἵνα ἐφέλκεσθαί τε καὶ