256
ἀπωθεῖσθαι δύνωνται· ποδῶν ὑπηρεσία, δι' ὧν πᾶσα ἡμῖν ὑποπέπτωκεν ἡ περίγειος κτίσις, βάσιμος ἡ γῆ, πλωτὴ ἡ θάλασσα, περάσιμοι οἱ ποταμοὶ καὶ πάντων πρὸς πάντας ἐπιμιξία· γαστὴρ ταμεῖον τροφῶν, πᾶσι τοῖς συντεταγμένοις μέλεσιν ἐξ ἑαυτῆς ἐν μέτρῳ τὸ σιτηρέσιον διανέ μουσα καὶ τὸ περιττεῦον ἐκτιθεμένη· καὶ τἄλλα δι' ὅσων ἐμφανῶς ἡ διοίκησις τῆς ἀνθρωπείου μεμηχάνηται διαμονῆς, ὧν ὁμοίως τοῖς ἄφροσιν ἔχοντες οἱ 14.26.8 σοφοὶ τὴν χρῆσιν οὐκ ἴσχουσι τὴν γνῶσιν. οἱ μὲν γὰρ εἰς ἣν ἂν οἰηθῶσιν ἀθεότητα τὴν ἐπιστημονικωτάτην περὶ πάντων καὶ εἰς ἑαυτοὺς εὐεργετικωτάτην ἀναφέρουσιν οἰκονομίαν, κρείττονος καὶ θείας ὄντως φρονήσεώς τε καὶ δυνάμεως ἔργον αὐτὴν εἶναι πιστούμενοι, οἱ δὲ συντυχίᾳ καὶ συμπτώσει τῶν 14.26.9 ἀτόμων ἀσκόπως τὴν θαυμασιωτάτην καλλιεργίαν ἀνατιθέασι. τὴν δὲ ἐναργεστέραν ἔτι τούτων ἐπίσκεψιν καὶ τὴν τῶν ἐνδοσθίων διάθεσιν ἰατροὶ μὲν ἀκριβῶς διερευνησάμενοι καὶ καταπλαγέντες ἐξεθείασαν τὴν φύσιν, ἡμεῖς 14.26.10 δὲ ὕστερον ὡς ἂν οἷοί τε γενώμεθα κἂν ἐπιπολῆς ἀναθεωρήσωμεν. καθόλου δὲ καὶ συλλήβδην ὅλον τοῦτο τὸ σκῆνος τίς τοιοῦτον ἐσκηνοποίησεν, ὑψηλόν, ὀρθόν, εὔρυθμον, εὐαίσθητον, εὐκίνητον, εὐεργόν, παντουργόν; ἡ τῶν ἀτόμων ἄλογος, φασί, πληθύς. ἀλλ' οὐδ' ἂν εἰκόνα πηλίνην ἐκεῖναι συνελθοῦσαι πλάσαιεν οὐδ' ἀνδριάντα λίθινον ξέσαιεν οὐδ' ἂν εἴδωλον ἀργυροῦν ἢ 14.26.11 χρυσοῦν χωνεύσασαι προαγάγοιεν· ἀλλὰ τέχναι καὶ χειρουργίαι τούτων ὑπ' ἀνθρώπων εὕρηνται σωματουργοί. ὧν δὲ ἀπεικασίαι καὶ σκιαγραφίαι δίχα σοφίας οὐκ ἂν γένοιντο, πῶς τὰ ἀληθῆ καὶ πρωτότυπα τούτων αὐτο14.26.12 μάτως συμβέβηκε; ψυχὴ δὲ καὶ νοῦς καὶ λόγος πόθεν ἐγγέγονε τῷ φιλοσόφῳ; παρὰ τῶν ἀψύχων καὶ ἀνοήτων καὶ ἀλογίστων ἀτόμων ταῦτ' ἠρανί14.26.13 σατο κἀκείνων αὐτῷ τι ἑκάστη νόημα καὶ δόγμα ἐνέπνευσε; καὶ ὥσπερ ὁ Ἡσιόδου μῦθος τὴν Πανδώραν φησὶν ὑπὸ τῶν θεῶν, οὕτως ἡ σοφία τἀνδρὸς ὑπὸ τῶν ἀτόμων συνετελέσθη; καὶ ποίησιν δὲ πᾶσαν καὶ πᾶσαν μουσικὴν ἀστρονομίαν τε καὶ γεωμετρίαν καὶ τὰς ἄλλας ἐπιστήμας οὐκέτι θεῶν εὑρέματα καὶ παιδεύματα φήσουσιν Ἕλληνες εἶναι, μόναι δὲ γεγόνασιν ἐμπειρικαὶ καὶ 14.26.14 σοφαὶ πάντων αἱ Ἄτομοι Μοῦσαι; ἡ γὰρ ἐκ τῶν ἀτόμων Ἐπικούρου θεογονία τῶν μὲν ἀπείρων κόσμων ἐξόριός ἐστιν, εἰς δὲ τὴν ἄπειρον ἀκοσμίαν πεφυγάδευται.»
14.27.1 κζʹ. ΟΤΙ ΟΥΚ ΕΠΙΠΟΝΟΝ ΤΩΙ ΘΕΩΙ ΤΟ ΕΡΓΑΖΕΣΘΑΙ
«Ἐργάζεσθαι δέ γε καὶ διοικεῖν καὶ εὐεργετεῖν τε καὶ προκήδεσθαι καὶ τὰ τοιαῦτα τοῖς μὲν ἀργοῖς καὶ ἄφροσι καὶ ἀσθενέσι καὶ κακούργοις ἴσως ἐπαχθῆ, οἷς ἐγκατέλεξεν ἑαυτὸν Ἐπίκουρος, τοιαῦτα φρονήσας περὶ τῶν θεῶν· τοῖς δὲ σπουδαίοις καὶ συνετοῖς καὶ δυνατοῖς καὶ σώφροσιν, οἵους εἶναι χρὴ τοὺς φιλοσόφους πόσῳ γε μᾶλλον τοὺς θεούς;, οὐχ ὅπως ἀηδῆ ταῦτα καὶ προσάντη, ἀλλὰ καὶ τερπνότατα καὶ πάντων μᾶλλον ἀσπαστότατα, οἷς τὸ ἀμελὲς καὶ τὸ μέλλειν τι πράττειν τῶν χρηστῶν ὄνειδος, ὡς ἐκείνους τε ποιητὴς νουθετεῖ συμβουλεύων· μηδ' ἀναβάλλεσθαι ἔς τ' αὔριον καὶ προσεπαπειλῶν· αἰεὶ δ' ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει· 14.27.2 ἡμᾶς τε σεμνότερον παιδεύει προφήτης, θεοπρεπῆ μὲν ὄντως ἔργα τὰ κατ' ἀρετὴν ὑπάρχειν λέγων, τὸν δὲ ὀλιγωροῦντα τούτων ἐξάγιστον· «Ἐπι14.27.3 κατάρατος γὰρ φησίν ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς.» εἶτα καὶ τοῖς μὲν ἀμαθέσιν ἡστινοσοῦν τέχνης καὶ ἀτελεστέροις διὰ τὸ τῆς πείρας ἄηθες καὶ τὸ τῶν ἔργων ἀτριβὲς κάματος ἐγγίνεται ταῖς ἐπιχειρήσεσιν· οἱ δὲ προκόπτοντες, καὶ μᾶλλον ἔτι οἱ τέλειοι, ῥᾳδίως ἃ μετίασι κατορθοῦντες γάννυνται καὶ μᾶλλον ἂν ἕλοιντο τὰ εἰωθότα πράττοντες ἀνύειν καὶ τελεσιουρ14.27.4 γεῖν ἢ πάντα σφίσιν ὑπάρξαι τὰ ἐν ἀνθρώποις ἀγαθά. ∆ημόκριτος γοῦν αὐτός, ὥς φασιν, ἔλεγε