1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

257

βούλεσθαι μᾶλλον μίαν εὑρεῖν αἰτιολογίαν ἢ τὴν Περσῶν οἱ βασιλείαν γενέσθαι, καὶ ταῦτα μάτην καὶ ἀναιτίως αἰτιολογῶν, ὡς ἀπὸ κενῆς ἀρχῆς καὶ ὑποθέσεως πλανωμένης ὁρμώμενος καὶ τὴν ῥίζαν καὶ τὴν κοινὴν ἀνάγκην τῆς τῶν ὄντων φύσεως οὐχ ὁρῶν, σοφίαν δὲ μεγίστην ἡγούμενος τὴν τῶν ἀσόφως καὶ ἠλιθίως συμβαινόντων κατανόησιν καὶ τὴν τύχην τῶν μὲν καθόλου καὶ τῶν θείων δέσποιναν ἐφιστὰς καὶ βασιλίδα καὶ πάντα γενέσθαι κατ' αὐτὴν ἀποφαινόμενος, τοῦ δὲ τῶν ἀνθρώπων αὐτὴν ἀποκηρύτ14.27.5 των βίου καὶ τοὺς πρεσβεύοντας αὐτὴν ἐλέγχων ἀγνώμονας. τῶν γοῦν Ὑποθηκῶν ἀρχόμενος λέγει· «Ἄνθρωποι τύχης εἴδωλον ἐπλάσαντο, πρόφασιν ἰδίης ἀνοίης. φύσει γὰρ γνώμη τύχῃ μάχεται· καὶ τὴν ἐχθίστην τῇ φρονήσει ταύτην αὐτὴν ἔφασαν κρατεῖν· μᾶλλον δὲ καὶ ταύτην ἄρδην ἀναιροῦντες καὶ ἀφανίζοντες ἐκείνην ἀντικαθιστᾶσιν αὐτῆς. οὐ γὰρ εὐτυχῆ τὴν 14.27.6 φρόνησιν, ἀλλ' ἐμφρονεστάτην ὑμνοῦσι τὴν τύχην.» οἱ μὲν οὖν τῶν βιωφελῶν ἔργων ἐπιστάται ταῖς πρὸς τὸ ὁμόφυλον ἐπικουρίαις ἀγάλλονται ἐπαίνου τε ὀρέγονται καὶ κλέους ἐφ' οἷς αὐτῶν προκάμνουσιν οἱ μὲν τρέφοντες, οἱ δὲ κυβερνῶντες, οἱ δ' ἰώμενοι, οἱ δὲ πολιτευόμενοι· οἱ δέ γε φιλόσοφοι καὶ σφό 14.27.7 δρα παιδεύειν ἐπιχειροῦντες ἀνθρώπους φρυάττονται. ἢ τολμήσουσιν Ἐπίκουρος ἢ ∆ημόκριτος εἰπεῖν, ὡς ἀσχάλλουσι φιλοσοφοῦντες; ἀλλ' οὐδὲ θυμηδίαν ταύτης ἂν ἑτέραν προθεῖντο· καὶ γὰρ εἰ τὸ ἀγαθὸν ἡδονὴν εἶναι φρονοῦσιν, ἀλλ' αἰδεσθήσονταί γε μὴ λέγειν ἥδιον αὐτοῖς εἶναί τι τοῦ φιλο14.27.8 σοφεῖν. τοὺς δὲ θεούς, περὶ ὧν οἱ μὲν ποιηταὶ παρ' αὐτοῖς ᾄδουσι «δοτῆρες ἐάων,» οὗτοι δὴ οἱ φιλόσοφοι μετὰ τωθείας εὐφημοῦσι· «Θεοὶ πάντων ἀγαθῶν ἀδώρητοί τε καὶ ἀμέτοχοι.» καὶ τίνι τρόπῳ τεκμηριοῦνται θεοὺς εἶναι, μήτε παρόντας καὶ πράττοντάς τι ὁρῶντες ὡς οἱ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας θαυμάσαντες διὰ τὸ θέειν ἔφασαν κεκλῆσθαι θεούς μήτε τινὰ δημιουργίαν αὐτοῖς ἢ κατασκευὴν προσνέμοντες, ἵν' ἐκ τοῦ θεῖναι, τοῦτ' ἔστι ποιῆσαι, θεοποιήσωσιν αὐτούς τούτου γὰρ ἕνεκεν πρὸς ἀλήθειαν ὁ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς μόνος ἐστὶ θεός μήτε διοίκησιν ἢ κρίσιν ἢ χάριν αὐτῶν τινα πρὸς ἀνθρώπους ἐκτιθέμενοι, ἵνα φόβον ἢ τιμὴν ὀφλήσαντες προσκυνήσωμεν αὐτοῖς; 14.27.9 Ἦ τοῦ κόσμου προκύψας Ἐπίκουρος καὶ τὸν οὐράνιον ὑπερβὰς περίβολον ἢ διά τινων κρυφίων ἃς μόνος οἶδεν ἐξελθὼν πυλῶν οὓς ἐν τῷ κενῷ κατεῖδε θεοὺς καὶ τὴν πολλὴν αὐτῶν ἐμακάρισε τρυφὴν κἀκεῖθεν ἐπιθυμητὴς γενόμενος τῆς ἡδονῆς καὶ τῆς ἐν τῷ κενῷ ζηλωτὴς διαίτης, οὕτω πάντας ἐπὶ τὴν τοῦ μακαρισμοῦ τούτου μετουσίαν ἐξομοιωθησομένους ἐκείνοις τοῖς θεοῖς παρακαλεῖ, συμπόσιον αὐτοῖς μακάριον οὐχ ὅπερ οἱ ποιηταὶ τὸν οὐρανὸν ἢ τὸν Ὄλυμπον, ἀλλὰ τὸ κενὸν συγκροτῶν ἔκ τε τῶν ἀτόμων τὴν ἀμβροσίαν αὐτοῖς 14.27.10 παρατιθεὶς καὶ προπίνων αὐτοῖς ἐξ ἐκείνων τὸ νέκταρ; καὶ δὴ κατ' ἐκείνων τῶν μηδὲν πρὸς ἡμᾶς ὅρκους τε καὶ ὁρκισμοὺς μυρίους τοῖς ἑαυτοῦ βιβλίοις ἐγγράφει, ὀμνύς τε συνεχῶς «μὰ ∆ία» καὶ «νὴ ∆ία» ἐξορκῶν τε τοὺς ἐντυγχάνοντας καὶ πρὸς οὓς διαλέγοιτο «πρὸς τῶν θεῶν,» οὔ τί που δεδιὼς αὐτὸς ἢ δεδιττόμενος ἐκείνους τὴν ἐπιορκίαν, κενὸν δὲ τοῦτο καὶ ψεῦδος καὶ ἀργὸν καὶ ἄσημον ἐπιφθεγγόμενος τοῖς λόγοις αὐτοῦ παράρτημα, οἷον εἰ καὶ χρέμπτοιτο καὶ πτύοι τό τε πρόσωπον στρέφοι καὶ τὴν χεῖρα κινοίη. τοιαύτη γὰρ ἀδιανόητος ἦν αὖ ἡ παρ' αὐτῷ καὶ ματαία ὑπόκρισις ἡ τῶν θεῶν ὀνομασία. 14.27.11 ἀλλὰ τοῦτο μὲν πρόδηλον, ὅτι μετὰ τὸν Σωκράτους θάνατον κατεπτηχὼς Ἀθηναίους ὡς μὴ δοκοίη τοῦθ' ὅπερ ἦν ἄθεος εἶναι, κενὰς αὐτοῖς ἀνυποστάτων θεῶν τερατευσάμενος ἐζωγράφησε σκιάς. οὔτε γὰρ εἰς οὐρανὸν ἀνέβλεψε νοεροῖς ὀφθαλμοῖς, ἵνα τῆς ἐναργοῦς ἄνωθεν φωνῆς ἀκούσῃ, ἧς ὁ προσεκτικὸς θεατὴς κατακούσας ἐμαρτύρησεν ὅτι «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ