258
στερέωμα,» οὔτε τῇ διανοία κατεῖδεν εἰς τοὔδαφος· ἔμαθε γὰρ ἂν ὅτι «τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ» καὶ ὅτι «τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς» καί· «Μετὰ ταῦτα γάρ φησι κύριος εἰς τὴν γῆν ἐπέβλεψε καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ· ψυχὴν παν14.27.12 τὸς ζῴου ἐκάλυψε τὸ πρόσωπον αὐτῆς.» εἰ δὲ μὴ σφόδρα τυφλώττουσιν, ἐπισκεψάσθωσαν τὴν παμποίκιλον τῶν ζῴων πολυπλήθειαν, τὰ χερσαῖα, τὰ πτηνά, τὰ ἔνυδρα, καὶ κατανοησάτωσαν ὡς ἀληθὴς ἐπὶ τῇ πάντων κρίσει γέγονεν ἡ μαρτυρία τοῦ δεσπότου· «Καὶ πάντα κατὰ τὴν αὐτοῦ πρόσταξιν πέφηνε καλά.»« 14.27.13 Ταῦτά μοι ἀπὸ πλείστων ἐξήνθισται τῶν πρὸς Ἐπίκουρον ∆ιονυσίῳ τῷ καθ' ἡμᾶς ἐπισκόπῳ πεποιημένων. μετελθεῖν δὲ καιρὸς τοὺς περὶ τὸν Ἀριστοτέλη καὶ τὴν τῶν Στωϊκῶν φιλοσόφων αἵρεσιν τά τε λοιπὰ τῆς τῶν θαυμαστῶν φυσιολόγων ἐπιθεωρῆσαι, ὡς ἂν καὶ τῆς ἐκ τούτων ἀναχωρήσεως τὸν ἐξ ἡμῶν ἀπολογισμὸν παράσχοιμεν τοῖς φιλεγκλήμοσιν.
15.Pin.t ΙΕ ΤΑ∆Ε ΤΟ ΠΕΝΤΕΚΑΙ∆ΕΚΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ
15.Pin.1 αʹ. Προοίμιον περὶ ἁπάσης τῆς ὑποθέσεως βʹ. Περὶ τῆς κατ' Ἀριστοτέλην φιλοσοφίας καὶ τῶν περὶ τοῦ ἀνδρὸς ἱστορουμένων Ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ γʹ. Περὶ τῶν κατὰ Ἀριστοτέλην δογμάτων, διενεχθέντα Ἑβραίοις καὶ Πλάτωνι δʹ. Ἀττικοῦ Πλατωνικοῦ πρὸς Ἀριστοτέλην, διενεχθέντα Μωσεῖ καὶ Πλάτωνι ἐν τῷ περὶ τοῦ τέλους λόγῳ εʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, διενεχθέντα Μωσεῖ καὶ Πλάτωνι ἐν τῷ περὶ προνοίας λόγῳ ʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, διενεχθέντα Μωσεῖ καὶ Πλάτωνι ἐν τῷ μὴ συγχωρεῖν γενητὸν εἶναι τὸν κόσμον ζʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, πέμπτην σωμάτων ὑποτιθέμενον οὐσίαν, ἣν οὔτε Μωσῆς οὔτε Πλάτων γινώσκει ηʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν καὶ ἐν τοῖς κατ' οὐρανὸν θεωρήμασι διενεχθέντα τῷ Πλάτωνι ἅτινα Μωσῆς οὐ πολυπραγμονεῖ θʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν καὶ ἐν τοῖς περὶ ἀθανασίας ψυχῆς διενεχθέντα τῷ Πλάτωνι καὶ τοῖς Ἑβραίων λόγοις ιʹ. Πλωτίνου ἐκ τοῦ περὶ ἀθανασίας ψυχῆς δευτέρου πρὸς Ἀριστοτέλην ἐντελέχειαν τὴν ψυχὴν εἶναι φήσαντα ιαʹ. Πορφυρίου περὶ τοῦ αὐτοῦ. Ἀπὸ τῶν πρὸς Βόηθον περὶ ψυχῆς ιβʹ. Πρὸς τὸν αὐτὸν διενεχθέντα τῷ Πλάτωνι καὶ ἐν τῷ περὶ καθόλου ψυχῆς λόγῳ ιγʹ. Πρὸς τὸν αὐτὸν διαπαίξαντα καὶ τὰς παρὰ τῷ Πλάτωνι ἰδέας· ἃς οὐκ ἀγνοεῖν καὶ οἱ Ἑβραίων ἤδη πρότερον συνέστησαν λόγοι ιδʹ. Περὶ τῆς τῶν Στωϊκῶν φιλοσοφίας ὅπως τε ὁ Ζήνων τὸν περὶ ἀρχῶν ἀπεδίδου λόγον ιεʹ. Ὁποίαν δόξαν ἐπάγοντα οἱ Στωϊκοὶ περὶ θεοῦ καὶ περὶ συστάσεως τοῦ παντός ιʹ. Πορφυρίου πρὸς τὴν τῶν Στωϊκῶν περὶ θεοῦ δόξαν ιζʹ. Ὅτι οὐκ ἂν εἴη σῶμα τὸ ὂν κατὰ τοὺς Στωϊκούς ιηʹ. Ὅπως οἱ Στωϊκοὶ περὶ τῆς τοῦ παντὸς ἐκπυρώσεως δοξάζουσιν ιθʹ. Ὅπως δοξάζουσιν οἱ Στωϊκοὶ περὶ τῆς παλιγγενεσίας τῶν ὅλων κʹ. Ὅπως οἱ αὐτοὶ περὶ ψυχῆς δοξάζουσιν καʹ. Λογγίνου πρὸς τὴν τῶν Στωϊκῶν περὶ ψυχῆς δόξαν ἀντίρρησις κβʹ. Πρὸς τοὺς Στωϊκούς, ὅτι οὐ δύναται σωματικὴ εἶναι ἡ ψυχή κγʹ. ∆όξαι τῶν φυσικῶν φιλοσόφων ἀπὸ τῶν Πλουτάρχου· Περὶ ἡλίου κδʹ. Περὶ μεγέθους ἡλίου κεʹ. Περὶ σχήματος ἡλίου κʹ. Περὶ σελήνης κζʹ. Περὶ μεγέθους σελήνης κηʹ. Περὶ σχήματος σελήνης κθʹ. Περὶ φωτισμῶν σελήνης λʹ. Τίς ἡ οὐσία τῶν ἄστρων πλανήτων καὶ ἀπλανῶν λαʹ. Περὶ σχημάτων ἀστέρων λβʹ. Πῶς συνέστηκεν ὁ κόσμος λγʹ. Εἰ ἓν τὸ πᾶν λδʹ. Εἰ ἔμψυχος ὁ κόσμος προνοίᾳ διοικούμενος λεʹ. Εἰ ἄφθαρτος ὁ κόσμος λʹ. Πόθεν τρέφεται ὁ κόσμος λζʹ. Ἀπὸ ποίου πρώτου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν ληʹ. Περὶ τάξεως τοῦ κόσμου λθʹ. Τίς ἡ αἰτία τοῦ τὸν κόσμον