1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

259

ἐγκλιθῆναι μʹ. Περὶ τοῦ ἐκτός μαʹ. Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά μβʹ. Περὶ οὐρανοῦ μγʹ. Περὶ δαιμόνων καὶ ἡρώων μδʹ. Περὶ ὕλης μεʹ. Περὶ ἰδέας μʹ. Περὶ τάξεως ἀστέρων μζʹ. Περὶ τῆς τῶν ἄστρων φορᾶς καὶ κινήσεως μηʹ. Πόθεν φωτίζονται οἱ ἀστέρες μθʹ. Περὶ τῶν καλουμένων ∆ιοσκούρων νʹ. Περὶ ἐκλείψεως ἡλίου ναʹ. Περὶ ἐκλείψεως σελήνης νβʹ. Περὶ ἐμφάσεως αὐτῆς, καὶ διὰ τί γεώδης φαίνεται νγʹ. Περὶ τῶν ἀποστημάτων τῆς σελήνης νδʹ. Περὶ ἐνιαυτῶν νεʹ. Περὶ γῆς νʹ. Περὶ σχήματος γῆς νζʹ. Περὶ θέσεως τῆς γῆς νθʹ. Περὶ θαλάσσης, πῶς συνέστη καὶ πῶς ἐστι πικρά ξʹ. Περὶ μερῶν τῆς ψυχῆς ξαʹ. Περὶ ἡγεμονικοῦ ξβʹ. Ὅτι καὶ τῶν Ἑλλήνων ὁ σοφώτατος Σωκράτης τοὺς ἐπὶ τῇ τῶν προειρημένων φυσιολογίᾳ μεγάλα φυσῶντας μωραίνοντας ἀπεδείκνυεν, ὡς περὶ ἄχρηστα τῷ βίῳ καὶ ἀκατάληπτα κατατριβομένους

ΙΕ 15.1.1 αʹ. ΠΡΟΟΙΜΙΟΝ ΠΕΡΙ ΑΠΑΣΗΣ ΤΗΣ ΥΠΟΘΕΣΕΩΣ Τὴν πολύθεον τῶν ἐθνῶν ἁπάντων πλάνην ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπελέγξαι πρὸ πολλοῦ θέμενος ἐπὶ συστάσει καὶ ἀπολογίᾳ τῆς ἐξ αὐτῶν ἀναχωρήσεως, ἣν μετ' εὐλόγου κρίσεως πεποιήμεθα, οὐ μόνον τοὺς μύθους, οὓς δὴ περὶ τῶν οἰκείων θεῶν παῖδες τῶν παρ' αὐτοῖς θεολόγων τε καὶ ποιητῶν κεκωμῳδήκασιν, ἀλλὰ καὶ τούτων τὰς σεμνοπρεπεῖς δὴ καὶ ἀπορρήτους φυσιολογίας, ἄνω που εἰς οὐρανὸν καὶ τὰ κόσμου μέρη πρὸς τῆς γενναίας φιλοσοφίας μετενηνεγμένας, πρώτιστα πάντων ἐν τρισὶ τοῖς πρώτοις συγγράμμασι διηρευνησάμην, καίτοι μηδὲν τὸ παράπαν ἐν τούτοις 15.1.2 χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων. τηρητέον γοῦν, ὡς ὅτι μάλιστα οἱ πρεσβύτατοι τῶν παρ' αὐτοῖς θεολόγων οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν· ὅθεν εἰκότως ἐν πάσαις πόλεσί τε καὶ κώμαις κατὰ τὰς τῶν παλαιῶν διηγήσεις θεῶν τελεταὶ καὶ μυστήρια σύμφωνα τοῖς τῶν προτέρων μυθικοῖς διηγήμασι παραδέδοται, ὡς εἰσέτι καὶ νῦν τῶν θεῶν γάμους καὶ παιδοποιίας θρήνους τε καὶ μέθας καὶ τῶν μὲν πλάνας, τῶν δὲ ἔρωτας, τῶν δὲ ὀργάς, τῶν δὲ ἑτέρας παντοίας συμφοράς τε καὶ περιστάσεις, ἀκολούθως τοῖς ὑπὸ τῶν παλαιοτάτων μνημονευομένοις, κατά τε τὰς τελετὰς ἔν τε τοῖς ὕμνοις καὶ ταῖς εἰς 15.1.3 τοὺς θεοὺς αὐτῶν πεποιημέναις ᾠδαῖς παραλαμβάνειν. πλὴν ὅμως ἐκ περιουσίας καὶ τούτων αὐτῶν τὰς τετραγῳδημένας ἐν φυσικαῖς ἀποδόσεσι κομπωδίας τάς τε τῶν σοφιστῶν καὶ φιλοσόφων εὑρησιλογίας εἰς φανε ρὸν ἤγαγον· οὐ μὴν ἀλλὰ καὶ τὸν περὶ τῶν βοωμένων χρηστηρίων λόγον τήν τε παρὰ τοῖς πολλοῖς διατεθρυλημένην περὶ εἱμαρμένης ψευδῆ δόξαν ἐν ἑτέροις τρισὶ τοῖς ἑξῆς μετὰ τὰ πρῶτα συγγράμμασι λευκοῖς τοῖς ἐλέγχοις ἀπεγύμνωσα, οὐ μόνοις τοῖς οἴκοθεν ἐπιχειρήμασιν, ἀλλὰ καὶ ταῖς αὐτῶν μάλιστα τῶν παρ' Ἕλλησι φιλοσόφων φωναῖς εἰς τὸν κατ' αὐτῶν 15.1.4 ἔλεγχον συγκεχρημένος. μεταβὰς δὲ ἐκεῖθεν ἐπὶ τὰ Ἑβραίων λόγια, τίσι ποτὲ λογισμοῖς τὴν ἐν τούτοις περιεχομένην δογματικὴν θεολογίαν τήν τε κατὰ τούσδε ἱστορίαν ἅπασαν καὶ πρὸς αὐτῶν Ἑλλήνων μεμαρτυρημένην παρεδεξάμεθα, ἐν ἰσαρίθμοις αὖ πάλιν λόγων συντάξεσι παρεστη15.1.5 σάμην. εἶθ' ἑξῆς τὸν Ἑλληνικὸν ἀπελέγξας τρόπον, ὅπως τε τὰ πάντα παρὰ βαρβάρων ὠφέληντο καὶ ὡς οὐδὲν οἴκοθεν σεμνὸν ἐπάγονται μάθημα, καὶ τήν γε τῶν χρόνων ἀντιπαράθεσιν, καθ' οὓς Ἑλλήνων τε οἱ βοώμενοι Ἑβραίων τε οἱ προφῆται γεγόνασιν, εἰς φῶς ἀγαγών, αὖθις διὰ τῶν μετὰ ταῦτα τριῶν τὴν τῶν παρ' Ἕλλησιν εὐδοκίμων φιλοσόφων πρὸς τὰς Ἑβραίων δόξας συνδρομὴν ὑπέδειξα, αὐτὰς πάλιν τὰς οἰκείας τῶν ἀνδρῶν φωνὰς μάρ15.1.6 τυρας ποιησάμενος. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἑτεροδοξοῦντας ἡμῖν τῶν παρ'