1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

259

Τῶν ἀνθρώπων, ἀγαπητοὶ, οἱ μὲν καὶ ἐνταῦθα κολάζονται καὶ ἐκεῖ, οἱ δὲ

ἐνταῦθα μόνον, οἱ δὲ ἐκεῖ μόνον, οἱ δὲ οὐδὲ ἐνταῦθα οὐδὲ ἐκεῖ. Ἐνταῦθα μὲν καὶ ἐκεῖ, ὡς σταυρωταὶ τοῦ Χριστοῦ· καὶ γὰρ καὶ ἐνταῦθα ἔδοσαν δίκην, ἡνίκα ἔπαθον τὰ ἀνήκεστα ἐκεῖνα, τῆς πόλεως ἁλούσης, καὶ ἐκεῖ χαλεπωτάτην ὑπομενοῦσιν· ὡς οἱ Σοδόμων πολῖται, ὡς ἕτεροι πολλοί· ἐκεῖ δὲ μόνον, ὡς ὁ πλούσιος ὁ ἀποτηγανιζόμενος, καὶ οὐδὲ σταγόνος κύριος ὤν· ἐνταῦθα δὲ, ὡς ὁ πεπορνευκὼς παρὰ Κορινθίοις· οὔτε δὲ ἐνταῦθα, οὔτε ἐκεῖ, ὡς οἱ ἀπόστολοι, ὡς οἱ προφῆται, ὡς ὁ μακάριος Ἰώβ· οὐ γὰρ δὴ κολάσεως ἦν ἅπερ ἔπαθον, ἀλλ' ἀγώνων καὶ παλαισμάτων. Σπουδάσωμεν τοίνυν τῆς τούτων εἶναι μερίδος· εἰ δὲ μὴ τούτων, κἂν τῶν ἐνταῦθα ἀποδυομένων τὰ ἁμαρτήματα. Καὶ γὰρ φοβερὸν ἐκεῖνο τὸ κριτήριον, καὶ ἀπαραίτητος ἡ τιμωρία, καὶ ἀνήκεστος ἡ κόλασις. Εἰ δὲ βούλει μηδὲ ἐνταῦθα δοῦναι δίκην, σαυτῷ δίκασον, ἀπαίτησόν σου τὰς εὐθύνας· ἄκουσον Παύλου λέγοντος, ὅτι Εἰ ἐκρίνομεν ἑαυτοὺς, οὐκ ἂν ἐκρινόμεθα. Ἂν τοῦτο ποιῇς, ὁδῷ προβαίνων καὶ ἐπὶ στέφανον ἥξεις. Καὶ πῶς ἀπαιτήσομεν δίκην, φησὶν, ἑαυτούς; Πένθησον, στέναξον πικρὸν, ταπείνωσον σαυτὸν, κάκωσον, ἀνάμνησον τῶν ἁμαρτημάτων κατ' εἶδος· οὐ μικρὰ τοῦτο βάσανος ψυχῆς. Εἴ τις γέγονεν ἐν κατανύξει, οἶδεν ὅτι μάλιστα πάντων ἡ ψυχὴ τούτῳ κολάζεται· εἴ τις γέγονεν ἐν ἁμαρτίας μνήμῃ, οἶδε τὴν ἐντεῦθεν ὀδύνην. ∆ιὰ τοῦτο δικαιοσύνην ἔπαθλον τίθησιν ὁ Θεὸς τῇ τοιαύτῃ μετανοίᾳ, λέγων· Λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Οὐ γάρ ἐστιν, οὐκ ἔστι μικρὸν εἰς διόρθωσιν τὸ πάντα συναγαγόντας τὰ ἁμαρτήματα, κατ' εἶδος αὐτὰ στρέφειν συνεχῶς καὶ ἀναλογίζεσθαι. Ὁ γὰρ τοῦτο ποιῶν οὕτω κατανυγήσεται, ὡς μήτε τοῦ ζῇν ἑαυτὸν ἄξιον εἶναι νομίζειν· ὁ δὲ τοῦτο νομίζων, κηροῦ παντὸς ἁπαλώτερος ἔσται. Μὴ γάρ μοι πορνείας εἴπῃς μόνον, μηδὲ ταῦτα τὰ δῆλα, ἀλλὰ καὶ τὰς λαθραίους ἐπιβουλὰς, καὶ τὰς συκοφαντίας, καὶ τὰς κακηγορίας, καὶ τὰς κενοδοξίας, καὶ τὸν φθόνον, καὶ πάντα τὰ τοιαῦτα συνάγειν χρή· οὐδὲ γὰρ ταῦτα μικρὰν οἴσει κόλασιν. Καὶ γὰρ καὶ ὁ λοίδορος εἰς γέενναν ἐμπεσεῖται, καὶ ὁ μεθύων οὐδὲν κοινὸν ἔχει πρὸς τὴν βασιλείαν, καὶ ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὕτω προσκρούει τῷ Θεῷ, ὡς μηδὲ μαρτυροῦντος αὐτοῦ ὠφελεῖσθαι, καὶ ὁ τῶν οἰκείων ἀμελῶν τὴν πίστιν ἤρνηται, καὶ ὁ πένητας περιορῶν εἰς τὸ πῦρ πέμπεται. Μὴ τοίνυν μικρὰ ταῦτα εἶναι νόμιζε, ἀλλὰ συνάγαγε πάντα, καὶ ὡς ἐν βιβλίῳ γράφε. Ἂν γὰρ σὺ γράψῃς, ὁ Θεὸς ἐξαλείφει, ὥσπερ οὖν, ἐὰν μὴ σὺ γράψῃς, ὁ Θεὸς καὶ ἐγγράφει καὶ δίκην ἀπαιτεῖ. Πολὺ τοίνυν βέλτιον παρ' ἡμῶν αὐτὰ γραφῆναι, καὶ ἄνωθεν ἐξαλειφθῆναι, ἢ τοὐναντίον, ἡμῶν ἐπιλανθανομένων, τὸν Θεὸν αὐτὰ πρὸ τῶν ὀφθαλμῶν ἐνεγκεῖν τῶν ἡμετέρων κατὰ τὴν ἡμέραν ἐκείνην. Ἵν' οὖν μὴ τοῦτο γένηται, πάντα μετὰ ἀκριβείας ἀναλογιζώμεθα, καὶ εὑρήσομεν πολλῶν ἑαυτοὺς ὑπευθύνους ὄντας. Τίς γὰρ πλεονεξίας καθαρός; Μὴ γάρ μοι τὸ μέτρον εἴπῃς, ἀλλὰ κἀν τῷ μικρῷ τὴν 63.894 αὐτὴν δώσομεν δίκην. Τοῦτο ἐννόει, καὶ μετανόει. Τίς ὕβρεως ἀπήλλακται; τοῦτο δὲ εἰς γέενναν ἐμβάλλει. Τίς λάθρα τὸν πλησίον οὐ κακηγόρησε; τίς οὐκ ἀπενοήθη; οὗτος δὲ πάντων ἀκαθαρτότερος. Τίς δὲ οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα; οὗτος δὲ μοιχὸς ἀπηρτισμένος. Τίς οὐκ ὠργίσθη τῷ ἀδελφῷ εἰκῆ; οὗτος δὲ ἔνοχος τῷ συνεδρίῳ. Τίς οὐκ ὤμοσεν; οὗτος δὲ τοῦ πονηροῦ. Τίς οὐκ ἐπιώρκησεν; οὗτος δὲ τοῦ πονηροῦ πλέον. Τίς οὐκ ἐδούλευσε τῷ μαμωνᾷ; οὗτος δὲ τῆς γνησίας ἐξέπεσε τοῦ Χριστοῦ δουλείας. Ἔχω καὶ ἕτερα πλείονα τούτων εἰπεῖν· ἀρκεῖ δὲ ταῦτα, καὶ ἱκανὰ τὸν μὴ λίθον ὄντα μηδὲ σφόδρα ἀναίσθητον εἰς κατάνυξιν ἀγαγεῖν. Εἰ γὰρ ἕκαστον αὐτῶν εἰς γέενναν ἐμβάλλει, πάντα ὁμοῦ συνελθόντα τί οὐκ ἐργάσεται; Ὁρᾶτε, φησὶ, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· οἱ γὰρ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἕκαστος γὰρ πιστὸς ἄγγελον ἔχει. Ἐπεὶ καὶ ἐξ ἀρχῆς ἕκαστος ἀνὴρ τῶν εὐδοκίμων ἄγγελον εἶχε, καθώς