260
Ἕλλησι φιλοσόφων οὐ πρὸς ἡμᾶς μόνους, ἀλλὰ καὶ πρὸς τοὺς σφῶν οἰκείους διεστῶτας ὑπό τε τῶν γνωρίμων ἀνατετραμμένους ἐν τῷ πρὸ τούτου συγγράμματι κατεφώρασα, διὰ τούτων ἁπάντων τῆς ἡμετέρας γνώμης τὸ κριτήριον ἀδέκαστον ἐπιδεικνὺς τοῖς ἐντυγχάνουσιν, ἔργοις τε, ὡς ἔπος εἰπεῖν, καὶ αὐτοῖς πράγμασι τὰς ἀποδείξεις τοῦ μὴ ἀσκόπως ἡμᾶς, κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ πρὸ τῆς Ἑλλήνων τὴν Ἑβραίων ὁμοῦ παλαιὰν καὶ ἀληθῆ φιλοσοφίαν τε καὶ εὐσέβειαν ἐπανῃρῆσθαι παρασχόμενος· ὃ καὶ 15.1.7 συνέστη διὰ τῆς τῶν Ἑλληνικῶν φωνῶν παραθέσεως. ἧς εἰσέτι δεῦρο τὸν ὕστατον ἐπέχοντες λόγον, πεντεκαιδέκατον ὄντα τῆς ἐν χερσὶ πραγματείας, τὸ λεῖπον τοῖς διεξωδευμένοις ἀποδώσομεν, τὰ σεμνὰ τῆς γενναίας τῶν Ἑλλήνων φιλοσοφίας ἔτι καὶ νῦν εἰς φῶς ἕλκοντες πρὸ ὀφθαλμῶν τε τοῖς πᾶσι τὴν ἐν αὐτοῖς ἀχρηστομάθειαν ἀπογυμνοῦντες καὶ πάντων γε πρότερον παριστῶντες, ὅτι μὴ ἀγνοίᾳ τῶν παρ' αὐτοῖς θαυμαζομένων, ὀλιγωρίᾳ δὲ τῆς ἐν αὐτοῖς ἀνωφελοῦς σχολῆς ἥκιστα αὐτῶν πεφροντίκαμεν, τῇ τῶν κρειτ15.1.8 τόνων ἀσκήσει τὰς ἑαυτῶν ἀναθέντες ψυχάς. τούτου δὴ οὖν σὺν θεῷ δι' αὐτῆς ἀληθείας ἡμῖν ἐπισφραγισθέντος, τὰ μὲν τῆς Προπαρασκευῆς ἐνταῦθά μοι περιγραφήσεται· μεταβὰς δὲ ἐπὶ τὴν ἐντελεστέραν ὑπόθεσιν τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ἀπὸ τοῦ λείποντος ταῖς καθ' ἡμῶν κατηγορίαις σκέμματος τὴν καταρχὴν τῆς δευτέρας ἐπισυνάψω πραγματείας. 15.1.9 Ἦν δὲ τοῦτο ἐπιμεμφόμενον ἡμῖν, ὅτι δὴ τὰ Ἑβραίων λόγια τῶν πατρίων προτιμήσαντες οὐ τὸν ὅμοιον τῷ Ἰουδαίων βίον ζηλοῦντες προειλόμεθα· πρὸς ὃ μετὰ τὴν τοῦ παρόντος λόγου συμπλήρωσιν, θεοῦ συνεργοῦντος, ἀπαντῆσαι πειράσομαι. ταύτη γὰρ ἡγοῦμαι τοῖς πρώτοις τὰ δεύτερα ὥσπερ ὑφ' ἑνὶ δεσμῷ συμπλακέντα μίαν τὴν καθόλου διάνοιαν τοῦ παντὸς ἀποτελέσειν 15.1.10 λόγου. τό γε μὴν παρόν, ἐπειδὴ πέφηνεν ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἡ κατὰ Πλάτωνα φιλοσοφία τοτὲ μὲν τοῖς Ἑβραίων συμφωνοῦσα λόγοις, τοτὲ δὲ πρὸς αὐτοὺς διεστῶσα, ἐν οἷς ἐλήλεγκται καὶ πρὸς τὰ αὐτῇ ἀρέσκοντα διαφωνοῦσα, τὰ δὲ κατὰ τοὺς ἄλλους τοὺς δὴ φυσικοὺς ἐπικληθέντας φιλοσόφους τά τε τῆς Πλάτωνος διαδοχῆς καὶ τὰ κατὰ Ξενοφάνην τε καὶ Παρμενίδην καὶ ἔτι Πύρρωνα καὶ τοὺς τὴν ἐποχὴν εἰσηγουμένους τούς τε ἄλλους ἑξῆς ἅπαντας, ὧν τὰς δόξας ὁ προλαβὼν ἀπήλεγξε λόγος, τοῖς Ἑβραίων ὁμοῦ καὶ τοῖς Πλάτωνος δόγμασιν αὐτῇ τε ἀληθείᾳ ἐξ ἐναντίας ἱστάμενα, οὐ μὴν ἀλλὰ καὶ τὸν ἔλεγχον τοῖς σφῶν αὐτῶν βέλεσιν ἀπενη15.1.11 νεγμένα· ὥρα καὶ τὸν ἄλλον τῦφον τῶν ἀπ' Ἀριστοτέλους τῶν τε Στωϊκῶν φιλοσόφων ἄνωθεν ὡς ἀπὸ σκηνῆς κατοπτεῦσαι καὶ τὴν λοιπὴν δὲ πᾶσαν φυσιολογίαν τῶν τὰς ὀφρῦς ἀνατεινομένων συνιδεῖν, ὡς ἂν μάθοιμεν καὶ τὰ παρὰ τοῖσδε σεμνολογούμενα τά τε πρὸς αὐτοὺς αὖ πάλιν ὑπὸ τῶν οἰκείων ἀντιλεγό15.1.12 μενα. οὕτω γὰρ καὶ τῆς τούτων ἀναχωρήσεως τὸ παρ' ἡμῖν κεκριμένον εὐλόγου πάσης ἀπολύοιτ' ἂν κατηγορίας, ὅτι δὴ μὴ ἀγνοίᾳ τῶν παρ' αὐτοῖς σεμνῶν, ἐξητασμένῃ δὲ καὶ βεβασανισμένῃ κρίσει τὴν παρὰ τοῖς νενομισμένοις βαρβάροις ἀλήθειάν τε καὶ εὐσέβειαν τῶν Ἑλληνικῶν ἁπάντων προ15.1.13 τετιμήκαμεν. ἄρξομαι δὲ ἀπὸ τῶν Ἀριστοτέλους. ἄλλοι μὲν οὖν τὸν βίον τἀνδρὸς διαβεβλήκασι, φιλόσοφοι δὲ καὶ ἄλλως οὐκ ἀφανεῖς τινες ἦσαν καὶ οὗτοι. ἐμοὶ δ' οὐ φίλον τὸν ἄνδρα οὐδ' αὐταῖς ἀκοαῖς ἀνέχεσθαι κακῶς πρὸς τῶν οἰκείων ἀγορευόμενον. διόπερ τὰς ὑπὲρ αὐτοῦ μᾶλλον ἐκθήσομαι ἀπολογίας ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ, ὃς ἐν τῷ ἐβδόμῳ Περὶ φιλοσοφίας τάδε περὶ αὐτοῦ γράφει·
15.2.1 βʹ. ΠΕΡΙ ΤΗΣ ΚΑΤ' ΑΡΙΣΤΟΤΕΛΗΝ ΦΙΛΟΣΟΦΙΑΣ ΚΑΙ ΤΩΝ ΠΕΡΙ ΤΟΥ ΑΝ∆ΡΟΣ ΙΣΤΟΡΟΥΜΕΝΩΝ· ΑΠΟ ΤΟΥ ΠΕΡΙ ΦΙΛΟΣΟΦΙΑΣ ΕΒ∆ΟΜΟΥ