261
ΑΡΙΣΤΟΚΛΕΟΥΣ ΤΟΥ ΠΕΡΙΠΑΤΗΤΙΚΟΥ «Πῶς γὰρ οἷόν τε, καθάπερ φησὶν Ἐπίκουρος ἐν τῇ Περὶ τῶν ἐπιτηδευμάτων ἐπιστολῇ, νέον μὲν ὄντα καταφαγεῖν αὐτὸν τὴν πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνῶσαι, κακῶς δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν, ἔπειτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι 15.2.2 παραβαλεῖν αὐτόν; ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ Ταυρομενίτου λέγοντος ἐν ταῖς Ἱστορίαις ἀδόξου θύρας αὐτὸν ἰατρείου καὶ τὰς τυχούσας 15.2.3 ὀψὲ τῆς ἡλικίας κλεῖσαι; τίς δ' ἂν πεισθείη τοῖς ὑπ' Ἀριστοξένου τοῦ μου σικοῦ λεγομένοις ἐν τῷ βίῳ τῷ Πλάτωνος; ἐν γὰρ τῇ πλάνῃ καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους ὄντας. οἴονται οὖν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους λέγειν αὐτόν, Ἀριστοξένου διὰ 15.2.4 παντὸς εὐφημοῦντος Ἀριστοτέλην. καταγέλαστα δ' εἰκότως εἶναι φαίη τις ἂν καὶ τὰ Ἀπομνημονεύματα Ἀλεξίνου τοῦ Ἐριστικοῦ. ποιεῖ γὰρ Ἀλέανδρον παῖδα διαλεγόμενον Φιλίππῳ τῷ πατρὶ καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον δὲ Νικαγόραν, τὸν Ἑρμῆν ἐπι15.2.5 κληθέντα. καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ κατ' αὐτοῦ βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα ψυχρὰ προσφερόμενος ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου καὶ τῆς πρὸς Ἑρμείαν οἰκειόητος αὐτῷ γεγονυίας, ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι 15.2.6 τά τε βιβλία αὐτοῦ διαφθεῖραι. τὴν μὲν γὰρ ∆ημοχάρους κατηγορίαν κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; οὐ γὰρ Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις ληρεῖν αὐτὸν φαίη. λέγει γὰρ ἐπιστολὰς Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων καὶ Στάγειρα τὴν πατρίδα προδοῦναι Μακεδόσιν αὐτόν, ἔτι δὲ κατασκαφείσης Ὀλύνθου μηνύειν ἐπὶ τοῦ λαφυροπωλείου Φιλίππῳ τοὺς πλου15.2.7 σιωτάτους τῶν Ὀλυνθίων. ἠλίθια δὲ διαβέβληκεν αὐτὸν καὶ Κηφισόδωρος, ὁ Ἰσοκράτους μαθητής, τρυφερὸν καὶ τένθην καὶ ἄλλ' ἄττα τοιαῦτα λέγων αὐτὸν 15.2.8 εἶναι. πάντα δ' ὑπερπαίει μωρίᾳ τὰ ὑπὸ Λύκωνος εἰρημένα, τοῦ λέγοντος εἶναι Πυθαγορικὸν ἑαυτόν. φησὶ γὰρ θύειν Ἀριστοτέλην θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην ὁποίαν Ἀθηναῖοι τῇ ∆ήμητρι καὶ ἐν ἐλαίῳ θερμῷ λουόμενον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας εὑρεῖν 15.2.9 ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα. καὶ σχεδὸν οἱ μὲν πρῶτοι διαβαλόντες Ἀριστοτέλην τοσοῦτοι γεγόνασιν· ὧν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἱ δὲ μικρὸν ὕστερον ἐγένοντο· πάντες δὲ σοφισταὶ καὶ ἐριστικοὶ καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ βιβλία τέθνηκε τῶν σωμάτων μᾶλλον. τοὺς μὲν γὰρ μετὰ ταῦτα γεγονότας, εἶτα δὲ τὰ ὑπ' ἐκείνων εἰρημένα λέγοντας παντάπασιν ἐᾶν δεῖ χαίρειν, καὶ μάλιστα τοὺς μηδ' ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν, ἀλλ' αὐτοσχεδιάζοντας, ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. οὐδεὶς γὰρ ἂν εὑρεθείη περὶ αὐτοῦ τοιοῦτον οὐθὲν εἰρηκὼς τῶν τότε ὄντων ὅτι μὴ Λύκων. οὗτος μέντοι, 15.2.10 καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι λοπάδια πέντε καὶ ἑβδομήκοντα. οὐ μόνον δὲ καὶ ἐκ τῶν χρόνων καὶ ἐκ τῶν διαβεβληκότων τεκμήραιτό τις ἂν ὅτι ψευδῆ πάντα τὰ εἰρημένα ἐστίν, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ' ἕκαστον ἴδιά τινα λέγειν, ὧν εἴπερ ἦν ἓν ὁτιοῦν ἀληθές, ἐχρῆν δήπου μυριάκις, 15.2.11 ἀλλ' οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι. φανερὸν οὖν ὅτι καθάπερ πολλοῖς καὶ ἄλλοις, οὕτω καὶ Ἀριστοτέλει συνέβη διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι. δεῖ δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· μακρῷ γὰρ