262
πλείους 15.2.12 καὶ βελτίους εὑρεθεῖεν ἂν οὗτοί γε. τὰ μὲν οὖν ἄλλα προδήλως πέπλασται. δύο δὲ ταῦτα δοκεῖ πιστεύεσθαι δι' ἃ ψέγουσί τινες αὐτόν· ἓν μέν, ὅτι τὴν Ἑρμείου γήμειε φύσει μὲν ἀδελφήν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολακεύων αὐτόν· Θεόκριτος γοῦν ὁ Χῖος ἐποίησεν ἐπίγραμμα τοιοῦτον· Ἑρμείου εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου μνῆμα κενὸν κενόφρων θῆκεν Ἀριστοτέλης· ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν ἀντ' Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς· 15.2.13 ἕτερον δέ, ὅτι ἠχαρίστησε Πλάτωνι. περὶ μὲν οὖν Ἑρμείου καὶ τῆς Ἀριστοτέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε πολλοὶ συγγεγράφασι καὶ δὴ καὶ Ἀπελλί15.2.14 κων, οὗ τοῖς βιβλίοις ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς. περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς ἀπολελόγηται. τεθνεῶτος γὰρ Ἑρμείου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτήν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῆς.» 15.2.15 Εἶθ' ἑξῆς φησι· «Μετὰ δὲ τὴν Πυθιάδος τῆς Ἑρμείου τελευτὴν Ἀριστοτέλης ἔγημεν Ἑρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς υἱὸς αὐτῷ Νικόμαχος ἐγένετο. τοῦτον δέ φασιν ὀρφανὸν τραφέντα παρὰ Θεοφράστῳ καὶ δὴ μειρακίσκον ὄντα ἀποθανεῖν ἐν πολέμῳ.» 15.2.16 Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς δηλωθείσης Ἀριστοκλέους ἐκκείσθω γραφῆς· ἤδη δὲ καὶ τὴν δογματικὴν Ἀριστοτέλους φιλοσοφίαν θεωρῆσαι καιρός.
15.3.1 γʹ. ΠΕΡΙ ΤΩΝ ΚΑΤ' ΑΡΙΣΤΟΤΕΛΗΝ ∆ΟΓΜΑΤΩΝ
Μωσέως καὶ τῶν παρ' Ἑβραίοις προφητῶν τέλος εἶναι τοῦ μακαρίως ζῆν τὴν τοῦ τῶν ὅλων θεοῦ γνῶσίν τε καὶ φιλίαν δι' εὐσεβείας συντελουμένην ὑποθεμένων εὐσέβειάν τε εἶναι ἀληθῆ διδαξάντων τὴν διὰ πάσης ἀρετῆς τῷ θεῷ εὐαρέστησιν ταύτην γὰρ εἶναι τῶν ἀγαθῶν αἰτίαν, ἐπὶ μόνῳ γὰρ τῷ θεῷ τὰ πάντα κεῖσθαι καὶ παρ' αὐτοῦ τὰ πάντα τοῖς θεοφιλέσι χορηγεῖσθαι τοῦ τε Πλάτωνος τὰ συνῳδὰ τούτοις ὁριζομένου καὶ τέλος εὐδαιμονίας τὴν ἀρετὴν ἀποφαινομένου, τὴν ἑτέραν ὁδεύσας ὁ Ἀριστοτέλης οὐκ ἄλλως εὐδαίμονά τινά φησιν ἔσεσθαι ἢ καὶ διὰ τῆς τοῦ σώματος εὐπαθείας καὶ τῆς τῶν ἐκτὸς περιουσίας, ὧν ἄνευ μηδὲ τὴν ἀρετὴν ὠφελεῖν. πρὸς ὃν ὅπως ἔστησαν διεψευσμένην αὐτοῦ τὴν ὑπόληψιν ἀπελέγχοντες οἱ Πλάτωνος γνώριμοι, πάρεστι μαθεῖν διὰ τούτων· δʹ. ΑΤΤΙΚΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΠΡΟΣ ΑΡΙΣΤΟΤΕΛΗΝ ∆ΙΕΝΕΧΘΕΝΤΑ ΜΩΣΕΙ ΚΑΙ
ΠΛΑΤΩΝΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΤΟΥ ΤΕΛΟΥΣ ΛΟΓΩΙ «Τῆς γὰρ συμπάσης φιλοσοφίας κοινῇ γνώμῃ τῶν φιλοσοφησάντων τὴν ἀνθρωπίνην εὐδαιμονίαν ὑπισχνουμένης, τριχῆ δὲ διαιρουμένης κατὰ τὴν τῶν ὅλων ποιητικὴν διανέμησιν, τοσοῦτον ἀποδέων ἐν τούτοις τοῦ διδάσκειν τι τῶν Πλάτωνος ὁ Περιπατητικὸς ὀφθήσεται ὥστε, πλειόνων ὄντων οἳ διαφέρον15.4.2 ται Πλάτωνι, μάλιστα ἐναντιούμενος αὐτὸς φανεῖται. καὶ πρῶτόν γε ἀπὸ τοῦ κοινοῦ καὶ μεγίστου καὶ κυριωτάτου τὴν πρὸς Πλάτωνα παραλλαγὴν ἐποιήσατο, μὴ τηρήσας τὸ μέτρον τῆς εὐδαιμονίας μηδὲ τὴν ἀρετὴν αὐτάρκη πρὸς τοῦτο συγχωρήσας, ἀλλ' ἀπολισθὼν τῆς δυνάμεως τῆς κατὰ τὴν ἀρετὴν καὶ ἡγησάμενος αὐτῇ προσδεῖν τῶν ἐκ τῆς τύχης, ἵνα μετὰ τούτων ἕλῃ τὴν εὐδαιμονίαν, εἰ δ' ἐφ' ἑαυτῆς ληφθείη, ὡς ἀδύνατον καὶ οὐκ ἐφικτὸν τῆς εὐδαι15.4.3 μονίας μεμψάμενος. τὸ μὲν οὖν ἀγεννὲς καὶ διημαρτημένον τῆς γνώμης ἐν τούτῳ τε κἀν τοῖς ἄλλοις οὐ τοῦ παρόντος δεικνύναι καιροῦ· ἐκεῖνο δὲ οἶμαι