262
ΛΟΓΟΣ ΜΖʹ. Εἰς τὸ μὴ ἀναξίως προσέρχεσθαι τοῖς θείοις μυστηρίοις. Ἐπειδὴ ἐμνήσθημεν τῆς θυσίας ταύτης, βούλο 63.896 μαι πρὸς ὑμᾶς μικρὰ
εἰπεῖν τοὺς μεμυημένους, μικρὰ μὲν τῷ μέτρῳ, μεγάλην δ' ἔχοντα τὴν ἰσχὺν καὶ τὴν ὠφέλειαν οὐ γὰρ ἡμέτερά εἰσι τὰ λεγό 63.897 μενα, ἀλλὰ τοῦ θείου Πνεύματος. Τί οὖν ἐστι; Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ μεταλαμβάνουσι τοῦ παρόντος ἐνιαυτοῦ, ἕτεροι δὲ δὶς, ἄλλοι πολλάκις. Πρὸς ἅπαντας οὖν ὁ λόγος ἡμῖν ἐστι χρήσιμος, καὶ πρὸς αὐτοὺς τοὺς ἐν τῇ ἐρήμῳ καθεζομένους· ἐκεῖνοι γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ μετέχουσι, πολλάκις δὲ καὶ διὰ δύο ἐτῶν. Τί οὖν; τίνας ἀποδεξόμεθα; Οὔτε τοὺς ἄπαξ, οὔτε τοὺς πολλάκις, ἀλλὰ τοὺς καὶ μετὰ καθαροῦ συνειδότος, μετὰ καθαρᾶς καρδίας, τοὺς μετὰ βίου ἀμολύντου· οἱ τοιοῦτοι ἀεὶ προσιέτωσαν· οἱ δὲ μὴ τοιοῦτοι, μηδὲ ἅπαξ. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, ὥς φησιν ὁ Ἀπόστολος. Ταῦτα δέδοται τοῖς ἁγίοις· τοῦτο καὶ ὁ διάκονος ἐπιφωνεῖ, τοὺς ἁγίους καλῶν διὰ τῆς φρικτῆς ἐκείνης φωνῆς. Ἐπειδὴ γὰρ οὐκ ἔστι δυνατὸ ἀνθρώπῳ εἰδέναι τὰ τοῦ πλησίον, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, αὐτὴν ἀφίησι τὴν φωνὴν, Τὰ ἅγια τοῖς ἁγίοις. Εἴ τις οὐκ ἔστιν ἅγιος, μὴ προσιέτω. Οὐχ ἁπλῶς φησιν, ἁμαρτημάτων καθαρὸς, ἀλλὰ, ἅγιος· τὸν γὰρ ἅγιον οὐχὶ τῶν ἁμαρτημάτων ἀπαλλαγὴ ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ τοῦ Πνεύματος παρουσία, καὶ τῶν ἀγαθῶν ἔργων ὁ πλοῦτος. Τί δέ ἐστι τὸ ἁμάρτημα; Τὸ μὴ μετὰ φρίκης προσιέναι, ἀλλὰ τύπτοντας τὰ στήθη, καὶ ἀλαλάζοντας, καὶ τὰ λοιπά. Ταῦτα πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι. Οὐχ ὁρᾶτε ἐπὶ τῶν Ὀλυμπίων, ὅταν ὁ ἀγωνοθέτης ἐπὶ τῆς κεφαλῆς ἔχων, πῶς ἡ εὐταξία τοῦ κήρυκος βοῶντος ἡσυχίαν εἶναι; Πῶς οὐκ ἄτοπον, ἔνθα μὲν ὁ διάβολος πομπεύει, πολλὴν εἶναι τὴν ἡσυχίαν· ἔνθα δὲ ὁ Χριστὸς πρὸς ἑαυτὸν συγκαλεῖ, πολὺν εἶναι τὸν θόρυβον; μᾶλλον ἐν πελάγει γαλήνη, καὶ ἐν λιμένι κύματα. Τί θορυβῇ, εἰπέ μοι; Πραγμάτων ἀνάγκη καλεῖ πάντως. Ὅλως γὰρ οἶδας, ὅτι πράγματα ἔχεις ἐν τῇ ὥρᾳ ἐκείνῃ; μέμνησαι δὲ ὅλως, ὅτι ἐπὶ γῆς εἶ; Καὶ πῶς οὐχὶ τοῦτο λιθίνης διανοίας, τὸ νομίζειν κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπὶ γῆς εἶναι, καὶ οὐχὶ μετὰ τῶν ἀγγέλων χορεύειν, μεθ' ὧν καὶ τὸ μυστικὸν ἐκεῖνο μέλος ἀνέπεμψας τῷ Θεῷ, ἐπινίκιον ᾠδὴν, Ἅγιος, ἅγιος, ἅγιος; ∆ιὰ τοῦτο ἀετοὺς ἡμᾶς ἐκάλεσεν ὁ Χριστὸς εἰπὼν, Ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ, ἵνα οὐρανοβατῶμεν, ἵνα ὑψηλὰ πετώμεθα, τοῖς πτεροῖς τοῦ πνεύματος κουφιζόμενοι· ἡμεῖς δὲ κατὰ τοὺς ὄφεις χαμαὶ συρόμεθα, καὶ γῆν ἐσθίομεν. Βούλεσθε εἴπω, πόθεν ὁ θόρυβος γίνεται; Ὅτι οὐ διαπαντὸς τὰς θύρας ὑμῖν ἀποκλείομεν, ἀλλὰ συγχωροῦμεν πρὸ τῆς ἐσχάτης εὐχαριστίας ἀναχωρεῖν· τοῦτο πολλῆς καταφρονήσεώς ἐστι. Τί ποιεῖς, ἄνθρωπε; τοῦ Χριστοῦ παρόντος, τῶν ἀγγέλων παρεστώτων, τῆς τραπέζης προκειμένης, αὐτὸς καταλείπεις καὶ ἀναχωρεῖς; καὶ ἐπὶ δείπνῳ μὲν κληθεὶς, οὐ τολμᾷς ἀναχωρῆσαι πρὸ τῶν φίλων; Βούλεσθε εἴπω τίνος ἔργον ποιοῦσιν οἱ πρὸ τῆς εὐχαριστίας ἀναχωροῦντες; Ὅτε ἐκοινώνησε τὸ ἔσχατον δεῖπνον Ἰούδας τὴν τελευταίαν νύκτα ἐκείνην, τῶν ἄλλων πάντων ἀνακειμένων, αὐτὸς προπηδήσας ἐξέβη. Ἐκεῖνον μιμοῦνται οἱ τοιοῦτοι. Εἰ μὴ γὰρ ἐξῆλθεν, οὐκ ἂν ἐγένετο προδότης, οὐκ ἂν ἀπώλετο· εἰ μὴ τοῦ ποιμένος ἑαυτὸν ἐχώρισεν, οὐκ ἂν θηριάλωτος γέγονεν. Ὁρᾷς ὅτι ἡ ἐσχάτη μετὰ τὴν θυσίαν εὐχὴ κατ' ἐκεῖνον γίνεται τὸν τύπον; Ἐκεῖνος γὰρ μετὰ Ἰουδαίων, οὗτοι μετὰ τοῦ ∆εσπότου ὑμνήσαντες ἐξῆλθον. Ταῦτα λέγω, οὐχ ἵνα θορυβῆτε καὶ κράζητε, ἀλλὰ μετὰ πολλῆς σιγῆς καὶ εὐκοσμίας τῆς ἱερᾶς ταύτης 63.898 ἁψώμεθα θυσίας, ἵνα καὶ τὴν ψυχὴν ἐκκαθάρωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν. Μὴ πρόσεχε, ὅτι ἄρτος ψιλὸς καὶ οἶνός ἐστι· σῶμα γὰρ καὶ αἷμα κατὰ τὴν ∆εσποτικὴν τυγχάνει ἀπόφασιν· μὴ ἀπὸ τῆς γεύσεως κρίνῃς τὸ πρᾶγμα, ἀλλ' ἀπὸ τῆς πίστεως πληροφοροῦ ἀνενδοιάστως. Προσιὼν δὲ, μὴ τεταμέναις χερσὶν, ἀλλὰ τὴν ἀριστερὰν θρόνον ποίησον τῆς δεξιᾶς, καὶ κοιλάνας τὴν παλάμην, ὡς μέλλων βασιλέα ὑποδέχεσθαι,