263
πρόδηλον, ὅτι τοῦ σκοποῦ καὶ τῆς εὐδαιμονίας οὐκ ἴσων ὄντων οὐδὲ τῶν αὐτῶν κατὰ Πλάτωνα καὶ κατὰ Ἀριστοτέλην, ἀλλὰ τοῦ μὲν βοῶντος ἑκάστοτε καὶ κηρύττοντος ὅτι εὐδαιμονέστατος ὁ δικαιότατος, τοῦ δὲ μὴ ἐπιτρέποντος ἕπεσθαι τῇ ἀρετῇ τὴν εὐδαιμονίαν, ἂν μὴ καὶ γένος εὐτυχήσῃ καὶ κάλλος, ἀλλὰ καὶ χρυσόν «ὃς καὶ χρυσὸν ἔχων πόλεμόνδ' ἴεν ἠΰτε κούρη», ἀνάγκη κατὰ τὴν διαφορὰν τοῦ τέλους καὶ τὴν ἐπὶ τοῦτο ἄγουσαν φιλοσοφίαν διά15.4.4 φορον εἶναι. μιᾷ γὰρ ὁδῷ βαδίζοντα, ἥτις ἄγειν πέφυκεν ἐπί τι τῶν μικρῶν καὶ ταπεινῶν, οὐκ ἔστιν ἐλθεῖν ἐπὶ τὰ μείζω καὶ ἐν ὕψει κείμενα. Ὁρᾷς ἵν' ἔστ' ἐκεῖνος ὑψηλὸς πάγος, τρηχύς τε καὶ παλίγκοτος ἐν τῷ κάθηται σὴν ἐλαφρίζων μάχην; 15.4.5 ἐπὶ τοῦτον τὸν ὑψηλὸν πάγον τὸ δριμὺ καὶ πανοῦργον ἐκεῖνο θηρίον ἀνελθεῖν ἀδύνατον· ἵνα δὲ εἰς ταὐτὸν ἔλθῃ τοῖς ἀετοῦ γεννήμασιν ἀλώπηξ, ἢ τύχῃ τινὶ δεῖ χρησαμένους ἐκείνους πονηρᾷ καταπεσεῖν εἰς γῆν τῶν οἰκείων αὐτοῖς φθαρέντων ἢ φύσασαν αὐτήν, ἃ μὴ πέφυκε φύειν, λαιψηρὰ κυκλῶσαι πτερὰ καὶ οὕτως ἀρθεῖσαν ἐκ γῆς ἀναπτέσθαι πρὸς τὸν ὑψηλὸν πάγον. ἕως δ' ἑκάτερον ἐπὶ τῆς οἰκείας μένει τάξεως, οὐκ ἔνι κοινωνία τοῖς γῆς πρὸς τὰ οὐρανοῦ θρέμματα.» 15.4.6 Καὶ μεθ' ἕτερα ἐπιλέγει· «Τούτων τοίνυν οὕτως ἐχόντων καὶ πειρωμένου τοῦ Πλάτωνος ἕλκειν τὰς τῶν νέων ψυχὰς ἄνω που πρὸς τὸ θεῖον καὶ τοῦτον τὸν τρόπον προσοικειοῦντος μὲν τῇ ἀρετῇ καὶ τῷ καλῷ, τῶν δὲ ἄλλων ἁπάντων ἀναπείθοντος ὑπερφρονεῖν, φράσον ἡμῖν, ὦ Περιπατητικέ, πῶς ἐκδιδάξεις ταῦτα; πῶς ὁδηγήσεις 15.4.7 ἐπ' αὐτὰ τοὺς φιλοπλάτωνας; ποῦ σοι τῆς αἱρέσεως τοσοῦτον ὕψος λό γων ὥστε τὸ τῶν Ἀλωαδῶν φρόνημα κτήσασθαι καὶ τὴν εἰς οὐρανὸν ὁδὸν ζητεῖν, ἣν ἐκεῖνοι μὲν ᾤοντο ὀρῶν ἀναθέσει δύνασθαι γίνεσθαι, τὸ δ' ἄρ' ἦν ἀφαιρέσει τῶν ἀνθρωπίνων σπουδασμάτων γινόμενον, ὥς φησι Πλάτων; 15.4.8 τίς οὖν ἡ παρὰ σοῦ πρὸς ταῦτα τοῖς νέοις βοήθεια; καὶ πόθεν τίς ὁ τῆς ἀρετῆς συναγωνιστὴς λόγος; ἐκ ποίων πραγματειῶν Ἀριστοτέλους; τίνος τῶν ἀπ' αὐτοῦ; ἐκ ποίων ἀγράφων; δίδωμι γάρ σοι κἂν ψεύδεσθαι θέλῃς, μόνον τι νεανικόν. ἀλλὰ γὰρ οὔτ' ἔχεις εἰπεῖν οὔτ' ἂν ἐπιτρέψαι σοι τῶν ἡγεμόνων τῆς 15.4.9 αἱρέσεως οὐδείς. αἱ γοῦν Ἀριστοτέλους περὶ ταῦτα πραγματεῖαι, Εὐδήμειοί τε καὶ Νικομάχειοι καὶ Μεγάλων Ἠθικῶν ἐπιγραφόμεναι, μικρόν τι καὶ ταπεινὸν καὶ δημῶδες περὶ τῆς ἀρετῆς φρονοῦσι καὶ τοσοῦτον ὅσον ἄν τις καὶ ἰδιώτης καὶ ἀπαίδευτος καὶ μειράκιον καὶ γυνή. τὸ μὲν γὰρ διάδημα, ὡς εἰπεῖν, καὶ τὸ σκῆπτρον τὸ βασιλικόν, ὃ παρὰ τοῦ ∆ιὸς ἔχει λαβοῦσα ἀναφαίρετον ἡ ἀρετή ἐπεὶ «οὐ παλινάγρετον, ὅττι κεν» οὗτος «τῇ κεφαλῇ ἐπινεύσει», τοῦτο αὐτὴν 15.4.10 ἀφαιρεῖσθαι τολμῶσιν. οὐ γὰρ ἐπιτρέπουσιν αὐτὴν ποιεῖν εὐδαίμονας, ὁμοίαν δὲ αὐτὴν καθιστᾶσι πλούτῳ καὶ δόξῃ καὶ γένει καὶ ὑγείᾳ καὶ κάλλει καὶ ὅσα ἄλλα κοινὰ τῆς κακίας. ὡς γὰρ τούτων ὁτιοῦν παρὸν χωρὶς ἀρετῆς οὐκ αὔταρκες εὐδαίμονα τὸν κεκτημένον ἀποφῆναι, καὶ ἡ ἀρετὴ κατὰ ταὐτὰ 15.4.11 χωρὶς τούτων οὐχ ἱκανὴ ποιῆσαι τὸν ἔχοντ' αὐτὴν εὐδαίμονα. πῶς οὖν οὐ καθῄρηται καὶ καταβέβληται τὸ τῆς ἀρετῆς ἀξίωμα; Ναί· ἀλλὰ πολὺ τῶν ἄλλων ἀγαθῶν ὑπερέχειν τὴν ἀρετὴν λέγουσι. τί δὴ τοῦτο; καὶ γὰρ τὴν ὑγείαν τοῦ πλούτου· ἀλλὰ τό γε χωρὶς ἀλλήλων μὴ ἀρκεῖν πρὸς εὐδαιμονίαν 15.4.12 πᾶσι κοινόν. ὁπόταν οὖν τις ἐκ τούτων τῶν δογμάτων καὶ ταύτης τῆς αἱρέσεως διδάξειε τὸν ἐν αὐτῇ τῇ ψυχῇ τὸ πᾶν ἀνθρώπινον ἀγαθὸν ζητοῦντα, εὐδαιμονία, φησίν, ἐπὶ τροχὸν οὐκ ἀναβαίνει οὐδὲ ὁ ταῖς Πριαμικαῖς 15.4.13 τύχαις συνεχόμενος δύναιτ' ἂν εὐδαίμων καὶ μακάριος εἶναι. τὸν δὲ τὴν ἀρετὴν ἔχοντα τοιούτοις τισὶ περιπεσεῖν οὐκ ἀπεικός. τούτοις δὲ ἕπεται τὸ μήτε ἀκολουθεῖν ἐκ παντὸς τὴν εὐδαιμονίαν τοῖς τὴν ἀρετὴν ἔχουσι μήτ', εἰ γένοιτο, παραμένειν ἀεί. Φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη τηλεθόωσα φύει· ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δ' ἀπολήγει. 15.4.14 ἔτι