263
μετὰ πολλοῦ φόβου τὸ σῶμα τοῦ Χριστοῦ ὑπόδεξαι, ἵνα μή τις μαργαρίτης ἐκπέσῃ ἐκ τῆς χειρός σου, καὶ ζημιωθῇς ἓν τῶν μελῶν σου. Ὁμοίως προσέρχου καὶ τῷ ἁγίῳ αἵματι, μὴ ἀνατείνων τὰς χεῖρας λέγων τὸ ἀμήν. Ἔτι δὲ τῆς νοτίδος οὔσης ἐν τοῖς χείλεσι, ταῖς χερσὶν ἐπαφῶμεν τοὺς ὀφθαλμοὺς, καὶ τὸ μέτωπον· καὶ τὰ λοιπὰ αἰσθητήρια ἁγιάζεται· καὶ εὐχαρίστει τῷ Θεῷ ἀξιώσαντί σε τηλικούτου μυστηρίου. Καὶ πῶς, φησὶν, ἐν μέσῳ τοῦ κόσμου ἔστι σωθῆναι; Τί λέγεις; βούλῃ συντόμως δείξω μὴ τὸν τόπον εἶναι τὸν σώζοντα, ἀλλὰ τὸν τρόπον καὶ τὴν πρὸς Θεὸν προαίρεσιν; Ἀδὰμ ἐν τῷ παραδείσῳ ὢν, ὡς ἐν λιμένι, ὑπέστη τὸ ναυάγιον· ὁ δὲ Λὼτ ἐν τοῖς Σοδόμοις, ὥσπερ ἐν πελάγει, διεσώζετο. Ὁ Ἰὼβ ἐπὶ τῆς κοπρίας ἐδικαιώθη· ὁ δὲ Σαοὺλ ἐν τοῖς ταμείοις ὢν τῆς βασιλείας, τῆς ἐντεῦθεν καὶ τῆς ἐκεῖθεν ἐξέπεσε δόξης καὶ τιμῆς. Οὐκ ἔστι τοῦτο ἀπολογία, ἀλλὰ ταῦτα πάσχομεν ἐκ τοῦ μὴ ἐν ταῖς εὐχαῖς καὶ θείαις συνάξεσι σχολάζειν ἡμᾶς. Ἢ οὐχ ὁρᾷς τοὺς βουλομένους ἀξιώματα λαβεῖν ἐκ τοῦ ἐπιγείου βασιλέως, πῶς παρεδρεύουσι, καὶ ἑτέρους εἰς παράκλησιν κινοῦντες, ὅπως μὴ ἐκπέσωσι τοῦ ζητουμένου; Ταῦτά μοι πρὸς τοὺς ἀπολιμπανομένους τῶν ἁγίων συνάξεων εἴρηται, καὶ πρὸς τοὺς ἐν τῇ φοβερᾷ τῆς μυστικῆς ὥρᾳ εἰς συντυχίαν καὶ ματαιολογίας ἀσχολουμένους. Τί ποιεῖς, ἄνθρωπε; οὐχ ὑπέσχου τῷ ἱερεῖ εἰπόντι, Ἄνω τὸν νοῦν καὶ τὰς καρδίας, καὶ εἶπες, Ἔχομεν πρὸς τὸν Κύριον; οὐκ αἴδεσαι καὶ ἐρυθριᾷς εἰς ταῦτα τὰ ῥήματα καὶ τὴν ὥραν ψεύστης εὑρισκόμενος; Βαβαὶ, τῆς βασιλικῆς τραπέζης ἐξηρτυμένης, τοῦ ἀμνοῦ τοῦ Θεοῦ ὑπὲρ σοῦ σφαγιαζομένου, τοῦ ἱερέως ὑπὲρ σοῦ ἀγωνιζομένου, τῶν Σεραφεὶμ παρεστώτων, τῶν ἑξαπτερύγων τὰ πρόσωπα καλυπτόντων, πασῶν τῶν ἀσωμάτων δυνάμεων μετὰ τοῦ ἱερέως πρεσβευόντων ὑπὲρ σοῦ, τοῦ πυρὸς τοῦ πνευματικοῦ κατερχομένου, τοῦ αἵματος ἐν τῷ κρατῆρι τῆς ἀχράντου πλευρᾶς κενουμένου, οὐδὲ τὸ συνειδός σου κατακρίνει σε, ἄνθρωπε; Ἑκατὸν ἑξήκοντα ὀκτὼ ὡρῶν ἐχούσης τῆς ἑβδομάδος, μίαν καὶ μόνην ὥραν ἀφώρισεν ὁ Θεός· καὶ αὐτὴν ἐὰν εἰς πράγματα βιωτικὰ καὶ συντυχίας καὶ γελοῖα ἀναλίσκῃς, μετὰ ποίας λοιπὸν παῤῥησίας τοῖς θείοις μυστηρίοις προσέρχῃ, μετὰ ποίου συνειδότος; Ἆρα, εἰ κόπρον ἔσχες ἐν ταῖς χερσὶν, ἐτόλμας προσεγγίσαι τῷ κρασπέδῳ τοῦ βασιλέως; οὐδαμῶς. Μηδ' ὅτι ἄρτος ἐστὶν ἴδῃς, μηδ' ὅτι οἶνος· οὐ γὰρ ὡς αἱ λοιπαὶ κοιναὶ βρώσεις εἰς ἀφεδρῶνα χωρεῖ· ἄπαγε, μηδὲν νομίσῃς τοιοῦτον. ∆ιὸ καὶ προσερχόμενοι, μὴ ὡς ἐξ ἀνθρώπων, ἀλλ' ὡς ἐξ αὐτῶν Σεραφεὶμ τῇ λαβίδι τοῦ πυρὸς, ἣν Ἡσαΐας εἶδε, μεταλαμβάνειν τοῦ θείου σώματος νοήσωμεν. ∆έομαι καὶ παρακαλῶ μὴ ἀπολειπώμεθα τῶν ἐκκλησιῶν· συναγόμενοι δὲ, μὴ εἰς συντυχίας ἐν τῇ ἐκκλησίᾳ ἀσχολώμεθα, ἀλλὰ στῶμεν ἔμφοβοι καὶ ἔντρομοι, κάτω τὸ ὄμμα νεύοντες, ἄνω τὴν ψυχὴν ἔχοντες, στενάξωμεν τῇ καρδίᾳ. Ἢ οὐχ ὁρᾷς τῷ φθαρτῷ 63.899 καὶ προσκαίρῳ βασιλεῖ παρισταμένους, πῶς εἰσιν ἀμετακίνητοι, μηδὲν φθεγγόμενοι, μηδὲ τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε περιστρέφοντες, ἀλλὰ στυγνοὶ καὶ κατηφεῖς, ἔμφοβοι; Ἐξ ἑαυτοῦ, ἄνθρωπε, τὸν ἔλεγχον λάβε, καὶ κἂν ὡς τῷ ἐπιγείῳ βασιλεῖ, πρόσελθε καὶ τῷ ἐπουρανίῳ Θεῷ. Ταῦτα πολλάκις λέγω, καὶ λέγων οὐ παύσομαι. Εἰσερχόμενοι δὲ ἐν ταῖς ἐκκλησίαις, ὡς Θεῷ πρέπει, εἰσέλθωμεν, μὴ μνησικακίαν ἐν τῇ ψυχῇ ἔχοντες, ἵνα μὴ, λέγοντες, Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν, κατακριθῶμεν. Φοβερὸν γάρ ἐστι τὸ λεγόμενον, καὶ σχεδὸν πρὸς τὸν Θεὸν βοᾷ ὁ τοῦτο λέγων· Ἀφῆκα, δέσποτα, ἄφες· συνεχώρησα, συγχώρησον. Ταῦτα οὖν εἰδότες, καὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὸ φοβερὸν δικαστήριον, ἐπιστρέψωμεν λοιπὸν ἐκ τῆς πλάνης τῆς ὁδοῦ ἡμῶν. Ἐλεύσεται γὰρ ἡμέρα, ὅτε τὸ θέατρον τοῦ βίου διαλύεται, καὶ οὐδεὶς λοιπὸν οὐκέτι ἀγωνίζεται. Οὗτος ὁ καιρὸς τῆς μετανοίας, ἐκεῖνος τῆς κρίσεως· οὗτος τῶν ἀγώνων, ἐκεῖνος τῶν στεφάνων. ∆ιεγέρθητε, παρακαλῶ, καὶ τῶν λεγομένων προθύμως ἀκούσατε. Ἐζήσαμεν τῇ σαρκὶ, ζήσωμεν λοι 63.900 πὸν καὶ τῷ πνεύματι· ἐζήσαμεν τῇ ἀμελείᾳ, ζήσωμεν λοιπὸν τῇ μετανοίᾳ. Τί φυσᾶσαι, γῆ καὶ σποδὸς, ὦ ἄνθρωπε; τί ὑπερηφανεῖς; τί