264
σοι τὸ παράδειγμα μικρὸν καὶ ἄτολμον, ὦ ποιητά· ἔαρος δ' ἐπιγίνεται ὥρη· πολὺς ὁ μεταξὺ χρόνος καὶ ᾧ μὴ γίνεται. εἰ θέλεις ἀκριβῶς τὸ ἐπίκηρον καὶ σαθρὸν τῆς ἀνθρωπίνης γενεᾶς ἀπεικάσαι, παράβαλλε τὴν Ἀριστοτέλους εὐδαιμονίαν. ῥᾷον τῶν φύλλων αὕτη καὶ φύεται καὶ ἀπολείπει, οὐκ ἀναμένουσα περιτελλόμενον τὸν ἐνιαυτὸν οὐδ' αὐτοετεὶ οὐδ' αὐτομηνί, ἀλλ' αὐτῆς ἡμέρας, 15.4.15 αὐτῆς ὥρας καὶ γίνεται καὶ ἀπόλλυται. πολλὰ δὲ τὰ ἀπολλύντα, καὶ πάντα ἐκ τῆς τύχης. καὶ γὰρ αἱ τοῦ σώματος κῆρες, μυρίαι δὲ αὗται, καὶ πενία καὶ ἀτιμία καὶ ὅσα τοιαῦτα· καὶ πρὸς οὐδὲν αὐταρκεῖ τὰ τῆς φίλης ἀρετῆς, πρὸς βοήθειαν οὐχ ἱκανά· τὴν μὲν γὰρ κακοδαιμονίαν εἴργειν, τὴν δὲ εὐδαι 15.4.16 μονίαν διασῴζειν ἀσθενής. τούτοις οὖν τις ἐντραφεὶς καὶ τούτοις ἀρεσκόμενος τοῖς λόγοις τίνα τρόπον ἢ αὐτὸς συνᾴσεται τοῖς Πλάτωνος ἢ ἄλλους πρὸς αὐτὰ ἐπιρρώσει ποτέ; οὐ γὰρ ἔστιν ὅπως ἄν τις ἐκ τούτων ὁρμώμενος παραδέξαιτο τὰ Ἡράκλεια καὶ θεῖα ἐκεῖνα δόγματα, ὡς ἰσχυρόν τι καὶ πάγκαλον χρῆμα ἀρετὴ καὶ οὔ τε ποτὲ ἐνδέουσα πρὸς εὐδαιμονίαν οὔτε ποτὲ αὐτῆς ἀφαιρουμένη, ἀλλὰ κἂν πενία, κἂν νόσος, κἂν ἀδοξία, κἂν βάσανοι καὶ πίττα καὶ σταυρός, κἂν τὰ ἐκ τῆς τραγῳδίας ἅμα πάντα ἐπιρρυῇ, ἔτι ὁ δίκαιος εὐδαί15.4.17 μων καὶ μακάριος. ὑπὸ κήρυκι γοῦν αὐτῷ τῷ μεγαλοφωνοτάτῳ κηρύττει, καθάπερ ἀθλητήν τινα νικηφόρον, τὸν δικαιότατον, ὅτι οὗτός ἐστιν εὐδαιμονέστατος ὁ ἐξ αὐτῆς τῆς δικαιοσύνης τὸν καρπὸν τῆς εὐδαιμονίας δρεπόμενος. διαίρει τοίνυν, εἰ βούλει, καὶ ποίκιλλε τριχῇ καὶ τετραχῇ καὶ πολλαχῇ τὰ ἀγαθὰ διαστελλόμενος· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ προκείμενον. οὐ δή ποθ' 15.4.18 ἡμᾶς δι' αὐτῶν προσάξεις τῷ Πλάτωνι. τί γὰρ εἰ τῶν ἀγαθῶν, ὡς φῄς, τὰ μὲν τίμια, καθάπερ οἱ θεοί, τὰ δὲ ἐπαινετά, ὡς αἱ ἀρεταί, τὰ δὲ δυνάμεις, ὡς πλοῦτος καὶ ἰσχύς, τὰ δὲ ὠφέλιμα, ὡς αἱ θεραπεῖαι; τί δ', εἰ ταῦτα ἐλάττονι διαιρέσει διαστελλόμενος λέγοις τῶν ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δὲ οὐ τέλη; τέλη μὲν ὀνομάζων ὧν χάριν τὰ ἄλλα, οὐ τέλη δὲ τὰ τῶν ἄλλων ἕνεκεν λαμβα15.4.19 νόμενα. τί δ', εἰ μάθοι τις ὅτι τὰ μὲν ἁπλῶς ἀγαθά, τὰ δὲ οὐ πᾶσιν; ἢ ὅτι τὰ μὲν ψυχῆς ἀγαθά, τὰ δὲ σώματος, τὰ δ' ἐκτός; ἢ πάλιν ὅτι τῶν ἀγαθῶν τὰ μὲν δυνάμεις, τὰ δὲ διαθέσεις καὶ ἕξεις, ἄλλα δὲ ἐνέργειαι, τὰ δὲ τέλη, τὰ δὲ ὗλαι, τὰ δὲ ὄργανα; κἂν κατὰ τὰς δέκα δὲ κατηγορίας παρὰ σοῦ μάθῃ τις δεκαχῇ διανέμειν τἀγαθόν, τί ταῦτα πρὸς τὴν Πλάτωνος γνώμην τὰ διδάγ15.4.20 ματα; ἕως οὗ γὰρ σὺ μὲν εἴτε ὁμωνύμως εἴτε ὅπως βούλει καλῶν ἀγαθὰ τὰ τῆς ἀρετῆς, ἄλλα πρὸς τὴν εὐδαιμονίαν ὡς ἀναγκαῖα παραλαμβάνεις, τὸ ἱκανὸν τῆς ἀρετῆς ἀφαιρούμενος, Πλάτων δ' ἐκ περιουσίας περὶ τῶν ἄλλων ζητεῖ τὸ δὴ ἔκπλεων εἰς εὐδαιμονίαν ἀπ' αὐτῆς τῆς ἀρετῆς ἔχων, οὐδὲν ἂν ἡμῖν εἴη κατὰ τοῦτο κοινόν· ἄλλων σοὶ δεῖ λόγων, ἄλλων τοῖς Πλάτωνος. 15.4.21 ὡς γὰρ οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, οὕτως οὐκ ἔστι Πλάτωνι καὶ Ἀριστοτέλει φιλία περὶ τοῦ κορυφαιοτάτου καὶ κυριωτάτου τῆς εὐδαιμονίας δόγματος. διαμπερὲς γάρ, εἰ μὴ καὶ κακὰ φρονέουσιν ἀλλήλοις, τά γε ὑπεναντία περὶ τῶν εἰς τοῦτο διαφερόντων φαίνονται λέγοντες.»
15.5.1 εʹ. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ∆ΙΕΝΕΧΘΕΝΤΑ ΜΩΣΕΙ ΚΑΙ ΠΛΑΤΩΝΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΛΟΓΩΙ
Πάλιν Μωσέως καὶ τῶν παρ' Ἑβραίοις προφητῶν, οὐ μὴν ἀλλὰ καὶ Πλάτωνος ἐν τούτοις συμφώνως τὸν περὶ τῆς τῶν ὅλων προνοίας λόγον εὐκρινῶς διατεθειμένων, ὁ Ἀριστοτέλης μέχρι σελήνης στήσας τὸ θεῖον τὰ λοιπὰ τοῦ κόσμου μέρη περιγράφει τῆς τοῦ θεοῦ διοικήσεως· ἐφ' οἷς καὶ ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος, ὧδέ πη διεξιόντος·