1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

264

μεγαλαυχεῖς; τί ἐλπίζεις ἐκ τῆς τοῦ κόσμου δόξης καὶ πλούτου; Ἐξέλθωμεν ἐπὶ τοὺς τάφους, παρακαλῶ· ἴδωμεν τὰ μυστήρια, ἴδωμεν τὴν φύσιν διεσπαρμένην, ὀστᾶ βεβρωμένα, σώματα σεσηπότα· ἐπίσκεψαι, κἂν σοφὸς εἶ, κἂν φρόνιμος, εἰπέ μοι, ἐκεῖ τίς ὁ βασιλεὺς καὶ τίς ὁ ἰδιώτης, τίς ὁ εὐγενὴς καὶ τίς ὁ δοῦλος, τίς ὁ σοφὸς καὶ τίς ὁ ἰδιώτης. Ποῦ τὸ κάλλος ἐκεῖ τῆς νεότητος, ποῦ ἡ περιχαρὴς ὄψις, ποῦ οἱ ὀφθαλμοὶ οἱ εὐειδεῖς, ποῦ τὸ ἀποστίλβον πρόσωπον; οὐ πάντα κόνις; οὐ πάντα τέφρα; οὐ πάντα σποδός; οὐ πάντα σκότος; οὐ πάντα βρῶμος καὶ δυσωδία; Ταῦτα ἐννοοῦντες, καὶ τῆς ἐσχάτης ἡμέρας ἐνθυμηθέντες, ὡς καιρὸν ἔχομεν, ἐργασώμεθα τὸ ἀγαθὸν, ἵνα τῆς μελλούσης ἀτελευτήτου γεέννης ἀπαλλαγῶμεν, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῶμεν, χάριτι, καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΜΗʹ. Ἀπάνθισμα ἐν εἴδει λόγου ἐκ Χρυσοστόμου συλλεγὲν παρὰ Θεοδώρου· τί πράττων ὁ Χριστιανὸς κληρονομήσει ζωὴν αἰώνιον.

Ἀγαπᾷν τὸν Θεὸν ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ καὶ τῆς δυνάμεως, καὶ φυλάσσειν

τὰς ἐντολὰς αὐτοῦ, καὶ τὸν πλησίον ἀγαπᾷν, ὡς ἑαυτὸν, κατὰ τὴν τοῦ Κυρίου φωνὴν εἰπόντος· Ἐὰν τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καὶ πάλιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὁ ταπεινῶν τὴν ψυχὴν αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, καὶ μηδέποτε κατεπαιρόμενος τοῦ πλησίον αὐτοῦ· Καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει· ὁ συνθλιβόμενος ἐπὶ τῇ τοῦ πλησίον ἁμαρτίᾳ, καὶ πενθῶν τὰς ἰδίας ἁμαρτίας, καὶ χαίρων ἐπὶ τῇ τοῦ πλησίον εὐφροσύνῃ, καὶ μὴ φθόνῳ τηκόμενος ἐπὶ τῇ τούτου εὐδαιμονίᾳ· ὁ ἐν πραότητι δεχόμενος καὶ παιδεύων τοὺς ἀντιδιατιθεμένους, καὶ ἐπιποθῶν ἀεὶ καὶ διψῶν τὴν δικαιοσύνην τοῦ Θεοῦ ἐργάζεσθαι· οὗτος γὰρ τηρήσει καὶ τὸ καθαρὸν τῆς ἑαυτοῦ ψυχῆς· ὁ ἐπικαμπτόμενος ἐλέῳ εἰς τοὺς χρῄζοντας τὸν ἔλεον, καὶ ὑπὲρ τῆς κατὰ Θεὸν εἰρήνης ὅλον διδοὺς ἑαυτὸν, καὶ ἀγωνιζόμενος κληθῆναι υἱὸς Θεοῦ καὶ διὰ ταύτην τὴν ἐργασίαν, ἔτι δὲ καὶ ὑβριζόμενος καὶ κατηγορούμενος καὶ διωκόμενος, καὶ ἀποθνήσκων ἕνεκεν τῆς δικαιοσύνης τοῦ Θεοῦ καὶ τῆς ὁμολογίας τῆς εἰς Χριστὸν, ὅτι τοῦτο ἔστιν ἡ αἰώνιος ζωή· ὁ πᾶσαν ἐκτρεπόμενος αἱρετικὴν βλασφημίαν, καὶ ὀρθῶς ὁμολογῶν τὴν τῆς ἁγίας Τριάδος ὁμολογίαν· ὁ ἀλήθειαν μελετῶν ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ μὴ δολῶν τὴν ἑαυτοῦ γλῶτταν ἐν ψεύδει, καὶ μὴ ποιῶν κακὸν τῷ πλησίον, κατὰ τὸ γεγραμμένον· ὁ μὴ κατηγορῶν, μὴ λοιδορῶν, μηδὲ ἄλλο τι τῶν ἀπηγορευμένων ἐργαζόμενος, ἀλλὰ τηρῶν ἐπιμελῶς πάσας τὰς ἐντολὰς τοῦ Χριστοῦ καὶ ποιῶν αὐτάς· ἐκτείνων τὰς χεῖρας εἰς ἐλεημοσύνην, ἀποστερούμενος, καὶ μὴ ἀντιτείνων, μεταδιδοὺς τῷ μὴ ἔχοντι χιτῶνα, λοιδορούμενος καὶ εὐλογῶν, ἀγγαρευόμενος καὶ προστιθεὶς, μηδὲν αἰσχρὸν ἢ βλάσφημον ἐν τῷ στόματι περιφέρων ῥῆμα, ἢ ὅρκον προϊέμενος, ἀλλὰ ἕνα ὅρον γινώσκων, τὴν ἀλήθειαν, καὶ μελετῶν πάντοτε ταύτην, νύκτα καὶ ἡμέραν, καὶ πλείω τοῦ ναὶ, καὶ τοῦ οὒ, κατὰ τὴν τοῦ 63.900 Κυρίου διάταξιν μὴ λέγων τινὶ ἐν ταῖς ἀπολογίαις αὐτοῦ· κινῶν τε τὴν γλῶσσαν πρὸς ὑμνῳδίαν, τὰ γόνατα καὶ τὰς χεῖρας σὺν τῷ νοῒ πρὸς δέησιν, δάκρυον πρὸς κατάνυξιν ἐκχέων ἐνώπιον τοῦ Θεοῦ· μεριμνῶν διὰ παντὸς τὸν θάνατον αὐτοῦ, καὶ τὴν μέλλουσαν κρίσιν, καὶ τὴν ἀπολογίαν τῶν ἔργων αὐτοῦ, πάντοτε ἀναλογιζόμενος ἃ ἥμαρτεν, ὑπὲρ αὐτῶν προσφέρων τὰς αἰνέσεις τῷ Θεῷ· τὰς δὲ ἀγαθὰς πράξεις ἐπιμελῶς ἐργαζόμενος, καὶ μὴ ἐπιφέρων αὐτὰς, ἢ ἐπιδεικνύμενός τισιν, ἢ μεγαλαυχούμενος ἐν αὐταῖς ὥσπερ ὁ Φαρισαῖος, ἀλλὰ τῷ εἰδότι Θεῷ καταλιμπάνων τὴν γνῶσιν αὐτῶν, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· φεύγων μέθην, φεύγων ἐπιορκίαν, γαστριμαργίαν, ἀκαιρολογίαν, φθόνον, ἔριν, κακίαν,