265
πλεονεξίαν τὴν δευτέραν εἰδωλολατρείαν, θυμὸν, ὀργὴν, πορνείαν, μοιχείαν, καὶ πᾶσαν ῥυπαρίαν σώματος· μὴ ποιῶν φαρμακείαν, ἢ μαντείαν, ἢ ἐπῳδήν τινα, ἀλλὰ ἁγνίζων ἑαυτὸν νυκτὸς καὶ ἡμέρας πρὸς τὸ ἀμέμπτως μεταλαμβάνειν τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ· προϊστάμενος ὀρφανῶν, ἔτι δὲ καὶ χηρῶν ὁμοίως καὶ προσηλύτων· μὴ ἀποστρεφόμενος ἐκ τοῦ αἰτοῦντος, ἢ τοῦ θέλοντος δανείσασθαι, ἀλλὰ καὶ διασπῶν πᾶσαν ἄδικον συγγραφήν· εἰ δὲ καὶ δικαίαν κέκτηται, μὴ ἐπιφέρων ἢ ἐπιδεικνύμενός τισιν, ἅπας τοῦ Θεοῦ ὢν, καὶ τοῦ Θεοῦ ἔχων, εἴπερ τι ἔχει δικαίως ἐξ αὐτοῦ, καὶ αὐτῷ παρέχων τὰ ἴδια, καὶ ἐκ τοῦ Θεοῦ ζητῶν τὸ ἐλλεῖπον, καὶ δοξάζων τοὺς δοξάζοντας τὸν Θεὸν, καὶ τιμῶν τοὺς δούλους αὐτοῦ· τοὺς ἐχθροὺς τῆς πίστεως ἐλεῶν διὰ τὴν τύφλωσιν, καὶ πάσῃ δυνάμει πειρώμενος ἐπιστρέφειν, τοὺς δὲ ἐπιμένοντας ἀποστρεφόμενος, καὶ τέλειον μῖσος μισῶν τοὺς μισοῦντας τὸν Κύριον· ἐν πάσῃ ἀγαθοσύνῃ, ἐν πάσῃ εὐσεβείᾳ, ἐν πάσῃ ἁγνείᾳ ἀναστρεφόμενος, ὡς ὅλον ἔχων ἐν ἑαυτῷ τὸν Θεὸν, καὶ ὅλος ὑπάρχων τοῦ Θεοῦ, ἐκ τῆς μνήμης αὐτοῦ καὶ τῶν ἐντολῶν αὐτοῦ ἀεὶ καὶ κινούμενος, καὶ σαλευόμενος, καὶ κοιταζόμενος, καὶ ἀνιστάμενος, καὶ ἐσθίων καὶ πίνων καὶ διημερεύων, κατὰ τὸ γεγραμμένον· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου παραπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ· καὶ, Φοβηθήτω πᾶσα ἡ γῆ, ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· μὴ μνησικακῶν, ὅτι ὁδοὶ μνησικάκων εἰς θάνατον, 63.901 καὶ ὁ ἀφεὶς τῷ πλησίον τὸ ἁμάρτημα, ἀφίεται ὑπὸ τοῦ Θεοῦ τὰ ἁμαρτήματα αὐτοῦ. Ἐὰν γὰρ μὴ μνησθῶμεν τῶν ἁμαρτημάτων ὧν εἰς ἡμᾶς ἥμαρτον ἕτεροι, οὐδὲ ὁ Θεὸς τῶν ἡμετέρων μέμνηται, ὧν εἰς αὐτὸν ἠμάρτομεν. Κρίνειν δὲ δικαίως ἐν φόβῳ Θεοῦ. Ἡ γὰρ κρίσις τοῦ Θεοῦ ἐστι· μὴ κατακρίνειν ἑτέρους ἐν ἁμαρτήμασιν, ἤγουν ἐξουδενοῦν καὶ βδελύσσεσθαι, καὶ ἐπιτηρεῖν τὰ τοῦ πλησίον κακὰ, καὶ ἑαυτοὺς δικαιοῦν, καὶ μὴ βλέποντας τὰς ἰδίας δοκοὺς, ἀλλὰ τὰ κάρφη τοῦ πλησίον, ἤγουν τὰ μικρὰ τῶν ἀδελφῶν ἡμῶν ἐλαττώματα προφέρειν· ὅπερ μεγάλως παροργίζει τὸν Θεόν· οὐ γὰρ δίκαιον κρίνειν ἀλλότριον οἰκέτην· τοῦ γὰρ Θεοῦ πᾶς ἄνθρωπος. Τὸ δὲ κρίνειν καὶ διορθοῦσθαι ἐν ἀγάπῃ, καὶ ἐξελέσθαι ἀδικούμενον ἐκ χειρὸς τοῦ ἀδικοῦντος αὐτὸν, καὶ γενέσθαι ἀδυνάτων πατέρα, καὶ ὀφθαλμὸν ἕνα τῶν τυφλῶν, καὶ πόδα τῶν χωλῶν, κατὰ τὸ εἰρημένον, εὐσεβὲς καὶ δίκαιον μετὰ τῆς προσηκούσης νουθεσίας καὶ παραινέσεως γενόμενον· καθὼς ὁ μακάριος Ἀπόστολός φησι· Τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν· φεύγειν δὲ τὸν Χριστιανὸν τὰ αἰσχρὰ κέρδη, καὶ εἶναι μᾶλλον εὐλαβῆ καὶ ὅσιον, καὶ προσέχειν τῇ ἀναγνώσει καὶ τῇ 63.902 παρακλήσει καὶ τῇ νουθεσίᾳ καὶ τῇ διδασκαλίᾳ κατὰ τὸ εἰρημένον· ∆ιδάσκων καὶ νουθετῶν (sic) ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ· τιμῶντες καὶ τοὺς γεγεννηκότας ἡμᾶς, ἵνα γενώμεθα μακροχρόνιοι ἐπὶ τῆς γῆς, καὶ μὴ κακολογεῖν πατέρα ἢ μητέρα, ἀλλὰ προνοεῖσθαι καὶ τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων τῆς πίστεως. Καὶ ὁ μὴ ἀπολιμπανόμενος τῶν ἐκκλησιαστικῶν συλλόγων, ἤγουν τῶν κοινῶν συνάξεων καὶ εὐχῶν, ἀλλὰ καὶ δημοσίως ἐναντίον παντὸς τοῦ λαοῦ διδοὺς τῷ Θεῷ τὰς εὐχὰς, καὶ μὴ ἐξουδενῶν παραινέσεις σοφὰς, ἢ θεοσεβῆ διδάγματα· ἢ ἄπιστα κρίνων ἢ ἀδύνατα τὰ τοῦ Θεοῦ θαύματα καὶ ἔργα, κατὰ γενεὰν ἐνεργούμενα, μὴ λογιζόμενος τοῦτο. Οὕτως ἄνθρωπος πράττων, καὶ οὕτως ἔχων τὸν Θεὸν ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐν φρονήσει, τὴν ἡτοιμασμένην κληρονομήσει τοῖς ἁγίοις βασιλείαν ἀπὸ καταβολῆς κόσμου, τὴν μηδέποτε τέλος ἔχουσαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.