266
ἐπιγνώμων ἀκριβὴς ὑπ' αὐτὴν τὴν ὄψιν τῶν θεῶν τὰ ἀνθρώπινα πράγματα ὑποθεὶς εἴασεν ἀτημέλητα καὶ ἀφρόντιστα, φύσει τινὶ καὶ οὐ θεοῦ λογισμῷ διοικούμενα. ὅθεν εἰκότως ἂν καὶ αὐτὸς οὐδ' ἐκεῖνο τὸ ἔγκλημα ἐκφύγοι, ὃ κατ' Ἐπικούρου τινὲς μαντεύονται, ὡς ἄρα μὴ κατὰ γνώμην, ἀλλὰ διὰ τὸ πρὸς ἀνθρώπων δέος τοῖς 15.5.13 θεοῖς κατένειμεν ἐν τῷ παντὶ χώραν ὥσπερ ἐν θεάτρῳ θέαν. τεκμήριον δὲ ποιοῦνται τῆς γνώμης τἀνδρός, ὅτι αὐτῶν ἀφεῖλε τὴν πρὸς ἡμᾶς ἐνέργειαν, ἐξ ἧς μόνης τὸ εἶναι τοὺς θεοὺς ἔμελλε τὴν δικαίαν πίστιν ἕξειν. τὸ γὰρ αὐτὸ τοῦτο καὶ Ἀριστοτέλης ποιεῖ· ἀποστήσας καὶ παραδοὺς ὄψει μόνῃ τὴν πίστιν, πραγματείᾳ κρίνειν ἀσθενεῖ τὰ ἐκ τοσοῦδε διαστήματος, τάχ' ἂν 15.5.14 αἰδοῖ δοκοίη λέγειν ἐνταῦθα εἶναι θεούς. οὐ γὰρ ἀπολιπὼν ἔξω τι τοῦ κόσμου, ἀλλ' οὐδὲ τοῖς ἐπὶ γῆς προσαγαγὼν τοὺς θεοὺς ἀνάγκην ἔσχεν ἢ παντάπασιν ἄθεος ὁμολογεῖν εἶναι ἢ τὴν τοῦ δοκεῖν ἀπολείπειν θεοὺς δόξαν ἀνασῴζειν, ἐνταῦθά που τοὺς θεοὺς ἀποικίσας. ὁ δὲ τὴν τῶν κρειττόνων ἀκρίβειαν παραιτησάμενος τῇ ἀμιξίᾳ ἔοικεν εὐσχημόνως ἀπιστεῖν τοῖς θεοῖς.» Ταῦτα ὁ Ἀττικὸς πρὸς Ἀριστοτέλην χρεωκοποῦντα τὸν περὶ προνοίας λόγον. ὁ δ' αὐτὸς ἔτι καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησι, πρὸς τὸν αὐτὸν ἀποτεινόμενος μὴ βουλόμενον γενητὸν εἶναι τὸν κόσμον·
15.6.1 ʹ. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ∆ΙΕΝΕΧΘΕΝΤΑ ΜΩΣΕΙ ΚΑΙ ΠΛΑΤΩΝΙ ΚΑΙ ΕΝ ΤΩΙ ΜΗ ΣΥΓΧΩΡΕΙΝ ΓΕΝΗΤΟΝ ΕΙΝΑΙ ΤΟΝ ΚΟΣΜΟΝ
Μωσέως γενητὸν εἶναι τὸν κόσμον ὁρισαμένου ποιητήν τε καὶ δημιουργὸν τοῖς ὅλοις τὸν θεὸν ἐπιστήσαντος τοῦ τε Πλάτωνος τὰ ἴσα Μωσεῖ φιλοσοφοῦντος, τὴν ἐναντίαν κἀν τούτῳ ὁ Ἀριστοτέλης ὁδεύσας ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος συγγραφέως, ὧδε πρὸς ῥῆμα γράφοντος· 15.6.2 «Πρῶτον δὴ περὶ γενέσεως κόσμου σκοπῶν καὶ τὸ τῆς προνοίας τὸ μέγα τοῦτο καὶ πολυωφελὲς δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος καὶ λογισάμενος, ὅτι τῷ μὴ γενομένῳ οὔτε τινὸς ποιητοῦ οὔτε τινὸς κηδεμόνος πρὸς τὸ γενέσθαι καλῶς χρεία, ἵνα μὴ ἀποστερήσῃ τὸν κόσμον τῆς προνοίας ἀφεῖλε τὸ 15.6.3 ἀγένητον αὐτοῦ. παραιτούμεθα δὲ νῦν μὴ ἐμποδὼν ἡμῖν τοὺς ἀπὸ τῆς αὐτῆς ἑστίας εἶναι, οἷς ἀρέσκει καὶ κατὰ Πλάτωνα τὸν κόσμον ἀγένητον εἶναι. δίκαιοι γάρ εἰσιν ἡμῖν συγγνώμην νέμειν, εἰ περὶ τῶν δοκούντων Πλάτωνι πιστεύομεν οἷς αὐτὸς Ἕλλην ὢν πρὸς Ἕλληνας ἡμᾶς σαφεῖ καὶ τρανῷ τῷ στόματι διεί15.6.4 λεκται. «Παραλαβὼν γάρ,» φησίν, «ὁ θεὸς πᾶν ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν ἄγον, πλημμελῶς δὲ καὶ ἀτάκτως κινούμενον, εἰς τάξιν ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος τοῦτο ἐκείνου πάντως ἄμεινον.» ἔτι δὲ καὶ μᾶλλον, ὅτι μὴ δι' αἰνιγμάτων μηδ' ἐπὶ τοῦ σαφοῦς χρείᾳ τὴν γένεσιν παρεδέξατο, δηλοῖ δι' ὧν ὁ πατὴρ αὐτῷ τῶν πάντων διείλεκται περὶ τούτου μετὰ τὴν τῶν ὅλων 15.6.5 δημιουργίαν. «Ἐπεὶ γάρ,» φησί, «γεγένησθε» λέγει δὲ πρὸς τοὺς θεούς «ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθε τῆς 15.6.6 ἐμῆς βουλήσεως τυχόντες.» ἀλλ', ὅπερ ἔφην, πρὸς μὲν τοὺς ἔνδον ἡμῖν ὑποφθεγγομένους, ἅτε φίλους ὄντας, φιλίως τε καὶ μεθ' ἡσυχίας πραέσιν ἐλέγχοις διακριθεῖμεν ἄν. ἔοικε γὰρ καὶ τούτους Ἀριστοτέλης μεταθεῖναι, τῇ μὲν κατηγορίᾳ τοῦ δόγματος ἀντισχεῖν ἀδυνατήσαντας, τὸ δὲ ἁλῶναι 15.6.7 δόξαν ὡς ψεῦδος οὐ βουληθέντας ἀναθεῖναι Πλάτωνι. κατὰ δὲ τὴν ἡμετέραν ἀκοὴν ἀξιοῦντος Πλάτωνος τὸν κόσμον γεγονέναι κάλλιστον ἔργον ὑπὸ τοῦ καλλίστου τῶν δημιουργῶν καὶ περιθέντος τῷ τοῦ παντὸς ποιητῇ δύναμιν, δι' ἧς καὶ οὐκ ὄντα πρότερον ἐποίησε τὸν κόσμον καὶ ποιήσας εἰσαεὶ βουλόμενός γε σῶον διαφυλάξει, καὶ ταύτη δὴ γενητοῦ καὶ