267
ἀφθάρτου κατ' αὐτὸν ὑποκειμένου τοῦ κόσμου, τίς ἡμῖν τῶν Περιπατητικῶν ταῦτα βεβαιοῖ; 15.6.8 ∆εῖ δὲ παραμυθήσασθαι τὸν συναγωνιστὴν τούτων, ὅτι οὐ πάντως, εἴ τι γέγονε, τοῦτο ἀνάγκη φθαρῆναι, πάλιν δ' οὐδ' εἴ τι μὴ φθαρήσεται, τοῦτο ἀναγκαῖον ἀγένητον εἶναι. οὔτε γὰρ μίαν αἰτίαν τῷ ἀφθάρτῳ τὴν ἐκ τοῦ ἀγενήτου συγχωρητέον οὔτε τῷ γενομένῳ τὴν εἰς ὄλεθρον μεταβολὴν ἀβοή15.6.9 θητον καταλειπτέον. πόθεν οὖν ἐκ τῶν Ἀριστοτέλους λάβωμεν βοήθειαν εἰς ταῦτα, ἀνδρὸς οὐ τηνάλλως οὐδὲ καθ' αὑτὸν περαίνοντος τὸν περὶ τούτων λόγον, ἀλλ' ἐξ ὀρθοῦ πρὸς Πλάτωνα ἐναντιουμένου καὶ τό τε γενόμενον εἰς ἀνάγκην τοῦ ἀπολέσθαι περιιστάντος τό τε μὴ ἀπολούμενον ἐκ μόνου τοῦ μὴ γενέσθαι λέγοντος κρατύνεσθαι τὸ ἄφθαρτον, οὐ μὴν οὐδὲ δύναμιν ἀπολείποντος αὐτοῦ περὶ τὸν θεόν, ᾗ χρώμενος ἀγαθὸν ἄν τι ποιήσαι; ὃ γὰρ 15.6.10 οὔπω πρότερον γέγονε, τοῦτο, φησίν, οὐδ' ἂν γένοιτο. τοσοῦτον δὲ ἀποδεῖ τοῦ διὰ τούτων βοηθεῖν τῷ Πλάτωνος λόγῳ, ὥστε ἤδη τινὰς καὶ τῶν περὶ τὰ Πλάτωνος ἐσπουδακότων φοβήσας οἷς εἶπεν ἀπέστησε τοῦ δόγματος, οὐ δυνηθέντας συνιδεῖν ὅτι κατὰ μὲν τὴν αὐτῶν φύσιν τῶν πραγμάτων ἦν ἄν τις ἄνευ θεοῦ βουλήσεως καὶ δυνάμεως ἐπινοήσαι οὔτε τὸ γενόμενον ἄφθαρτον 15.6.11 οὔτε τὸ μὴ φθαρησόμενον γενητόν. ὅταν δὲ τὴν ἀρίστην τις αἰτίαν ἐπιστήσῃ τὴν ἐκ θεοῦ, δεῖ ταύτην ἡγεμόνα τῶν πάντων λαβόντα μηδὲν αὐτὴν τῶν ἄλλων αἰτίαν ἀποφαίνειν χείρονα. γελοῖον γὰρ διότι μὲν γέγονέ τι, διὰ τοῦτο φθαρῆναι, εἰ δὲ ὁ θεὸς βούλεται, μὴ φθαρῆναι, καὶ διότι μέν τι ἀγένη τόν ἐστιν, ἔχειν ἰσχὺν τοῦ μὴ φθαρῆναι, τὴν δὲ παρὰ τοῦ θεοῦ βούλησιν ἐν15.6.12 δεῖν πρὸς τὸ ἄφθαρτον τηρῆσαί τι τῶν γενομένων. καὶ ὁ μὲν οἰκοδόμος ἱκανὸς οὐκ οὖσαν οἰκίαν κατασκευάσασθαι, ἱκανὸς δέ τις καὶ ἀνδριάντα, μὴ ὄντα πρότερον, ὄντα ποιῆσαι καὶ ναῦν ἄλλος ἐξ ὕλης ἀργοῦ τεκτηνάμενος παρέσχε τοῖς δεομένοις καὶ τῶν ἄλλων τεχνιτῶν ἕκαστος, ὅσοι γε τὰς ποιητικὰς μετίασι τέχνας, δύναμιν ταύτην ἔχουσιν, ὥς τι τῶν οὐκ ὄντων ἄγειν εἰς οὐσίαν, ὁ δὲ παμβασιλεὺς καὶ ἀριστοτέχνης οὐδ' ὅσον ἀνθρωπίνου τεχνίτου δυνάμεως μεθέξει, ἄμοιρος δ' ἡμῖν πάσης ἔσται γενέσεως; οὔκ, ἐάν γε καὶ κατὰ βραχὺ 15.6.13 θείας αἰτίας ἐπιλογισμὸν οἷοί τε ὦμεν λαβεῖν. ἀλλὰ ποιῆσαι μὲν ἱκανὸς καὶ βουληθῆναι τὰ καλά «ἀγαθὸς γάρ, ἀγαθῷ δὲ οὐδεὶς φθόνος περὶ οὐδενός», τηρῆσαι δὲ καὶ διαφυλάξαι τὰ γενόμενα οὐ δυνατός; καὶ μὴν καὶ οἱ λοιποὶ τεχνῖται πρὸς ἄμφω ἱκανοί. ὁ γοῦν οἰκοδόμος καὶ ὁ ναυπηγὸς οὐ μόνον καινὰς κατασκευάζονται ναῦς καὶ οἰκίας, ἀλλὰ καὶ ταῖς ὑπὸ χρόνου διαφθειρομέναις 15.6.14 ἱκανοὶ βοηθεῖν, ἕτερα τῶν πεπονημένων ἀντικαθιστάντες αὐταῖς· ὥστε καὶ τῷ θεῷ πάντως τό γε τοσοῦτον συγχωρητέον. ὃ γάρ τις ὅλον ποιῆσαι δυνατός, τοῦτο πῶς ἂν ἐκ μέρους ἀδύνατος εἴη ποιεῖν; καὶ γενέσθαι τοίνυν τι δεῖ καινόν, εἴ γε μέλλοι τις ὅλως ποιητής, καὶ τὸ καλὸν ἔργον πρὸς ἅπαν 15.6.15 διασῴζεσθαι· τὸ γὰρ εὖ γενόμενον ἐθέλειν λύειν, κακοῦ. μείζων δὲ ἄλλος εἰς σωτηρίαν τῶν γενομένων δεσμὸς οὐκ ἔστι τῆς τοῦ θεοῦ βουλήσεως. ἢ ἀνθρωπίνης μὲν σπουδῆς καὶ βουλήσεως μεταλαβόντα πολλά, καὶ ἔθνη καὶ πόλεις καὶ ἔργα, μένει χρόνον ἀμήχανον ὅσον γενόμενα μηκέτ' ὄντος τοῦ θελήσαντος, τὰ δὲ τῆς τοῦ θεοῦ μετασχόντα γνώμης καὶ δι' αὐτὸν καὶ ὑπ' αὐτοῦ γενόμενα, ταῦτα δὲ ἄρα παρόντος τοῦ ποιήσαντος οἰχήσεται καὶ οὐ 15.6.16 παραμενεῖ; τίνος αἰτίας βιασαμένης τὴν τοῦ θεοῦ γνώμην; πότερον τῆς ἐξ αὐτῶν τῶν γενομένων ἀνάγκης; ἀλλ' αὐτή γε τῷ προσέσθαι τὸ κοσμηθῆναι τὴν ἐκ τοῦ θεοῦ προσωμολόγησεν ἧτταν. ἀλλ' ἔξωθέν τινος αἰτίας ἀνταγωνιζομένης τῷ θεῷ; ἀλλ' οὔτε ἔστιν οὔτε ἐν οἷς ἔφθη κρατήσας καὶ κοσμήσας ὁ θεὸς ἔτι ἄξιον ἐν τούτοις αὐτὸν ἐλαττοῦν τινος, εἴ γε μὴ παντάπασι λανθάνομεν ἡμᾶς αὐτοὺς περὶ τῆς μεγίστης καὶ θειοτάτης δυνάμεως διαλεγόμενοι. 15.6.17 ἀλλὰ γὰρ εἰς τὸν περὶ τῆς ἀληθείας λόγον