1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

268

ἐοίκαμεν ὑπὸ προθυμίας ἐκφέρεσθαι. δῆλον μὲν καὶ ὃ προὐθέμεθα, ὡς οὐκ ἂν εἶεν διδάσκαλοι περὶ κόσμου γενέσεως οἱ μηδὲ τὴν ἀρχὴν γένεσιν ἀπολιπόντες αὐτῷ.» Καὶ μὴν καὶ περὶ τῆς τῶν σωμάτων πέμπτης οὐσίας, ἣν εἰσηγήσατο Ἀριστοτέλης, ταῦτα παραθετέον·

15.7.1 ζʹ. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΠΕΜΠΤΗΝ ΣΩΜΑΤΩΝ ΥΠΟΤΙΘΕΜΕΝΟΝ ΟΥΣΙΑΝ ΗΝ ΟΥΤΕ ΜΩΣΗΣ ΟΥΤΕ ΠΛΑΤΩΝ ΓΙΝΩΣΚΕΙ

«Περὶ γοῦν τῶν καλουμένων στοιχείων, τῶν πρώτων σωμάτων, ἐξ ὧν τὰ λοιπὰ πάντα σώματα συνέστηκε, Πλάτων μὲν ἑπόμενος τῇ περὶ αὐτὰ ἐναργείᾳ, καθάπερ καὶ οἱ πρὸ αὐτοῦ, τέσσαρά τε ἔφησεν εἶναι ταῦτα ὁμολογούμενα, πῦρ καὶ γῆν καὶ ἀέρα καὶ ὕδωρ, καὶ ἐκ τούτων συγκρινομένων καὶ τρεπομένων τὰ λοιπὰ πάντα γεννᾶσθαι· Ἀριστοτέλης δέ, ὡς ἔοικεν, ἐλπίσας περιττότερος φανεῖσθαι τῷ φρονεῖν, εἴ τι σῶμα ἐκ περιττοῦ προσθείη, προσκατηρίθμησε τοῖς φαινομένοις τέσσαρσι σώμασι τὴν πέμπτην οὐσίαν, πάνυ μὲν λαμπρῶς καὶ φιλοδώρως τῇ φύσει χρησάμενος, μὴ συνιδὼν δὲ ὅτι οὐ νο15.7.2 μοθετεῖν δεῖ φυσιολογοῦντα, τὰ δὲ τῆς φύσεως αὐτῆς ἐξιστορεῖν. εἰς τοίνυν τὴν ἀπόδειξιν τοῦ τέσσαρας εἶναι τὰς πρώτας τῶν σωμάτων φύσεις, ἧς δὴ χρεία τοῖς Πλατωνικοῖς, οὐ μόνον οὐκ ἂν συντελοῖ τι ὁ Περιπατητικός, ἀλλὰ σχεδὸν καὶ μόνος ἐναντιοῖτ' ἄν. λεγόντων γοῦν ἡμῶν ὅτι πᾶν σῶμα ἢ θερμὸν ἢ ψυχρόν, ἢ ξηρὸν ἢ ὑγρόν, ἢ μαλακὸν ἢ σκληρόν, ἢ κοῦφον ἢ βαρύ, ἢ ἀραιὸν ἢ πυκνὸν καὶ εὑρισκόντων ὅτι οὐκ ἂν ἕτερον εἴη τι τὸ μεθέξον τούτων τινὸς παρὰ τὰ τέσσαρα εἰ μὲν γὰρ θερμόν, ἢ πῦρ ἢ ἀήρ· εἰ δὲ ψυχρόν, ὕδωρ ἢ γῆ· καὶ εἰ μὲν ξηρόν, πῦρ ἢ γῆ· εἰ δὲ ὑγρόν, ὕδωρ ἢ ἀήρ· καὶ εἰ μὲν μαλακόν, ἀὴρ ἢ πῦρ· εἰ δὲ σκληρόν, ὕδωρ ἢ γῆ· καὶ κοῦφον μὲν καὶ ἀραιόν, οἷον πῦρ καὶ ἀήρ· βαρὺ δὲ καὶ πυκνόν, ὕδωρ καὶ γῆ καὶ ἐκ τῶν ἄλλων δὲ ἁπασῶν τῶν ἁπλῶν δυνάμεων κατανοούντων ὡς οὐκ ἂν εἴη τι παρὰ ταῦτα σῶμα ἕτερον· οὗτος ἀνθίσταται μόνος, φάσκων δύνασθαι σῶμα εἶναι τούτων ἄμοιρον, σῶμα μήτε βαρὺ μήτε κοῦφον, μήτε μαλακὸν μήτε σκληρόν, μήτε ὑγρόν, ἀλλὰ μήτε ξηρόν, μονονουχὶ λέγων σῶμα οὐ σῶμα. τὸ μὲν γὰρ ὄνομα καταλέλοιπεν αὐτῷ, τὰς δὲ δυνάμεις, δι' ὧν σῶμα πέφυκε γίνεσθαι, πάσας 15.7.3 ἀφῄρηκεν. ἢ τοίνυν ἡμᾶς ἅπερ αὐτὸς λέγει πείθων ἀφαιρήσεται τῆς Πλάτωνος γνώμης, ἢ τὰ Πλάτωνος βεβαιούμενος τῶν αὐτῷ δοκούντων ἀπο15.7.4 στήσεται· ὥστε οὐδαμῇ χρήσιμος πρὸς τὰ τοῦ Πλάτωνος. ἔτι ὁ μὲν Πλάτων πάντα τὰ σώματα, ἅτε ἐπὶ μιᾶς ὁμοίας ὕλης θεωρούμενα, βούλεται τρέπεσθαι μεταβάλλειν τ' εἰς ἄλληλα· ὁ δὲ ἐπὶ μὲν τῶν ἄλλων † οὐσίαν ἀπαθῆ τε καὶ ἄφθαρτον καὶ ἄτρεπτον πάντως ἀξιοῖ, ἵνα δὴ μὴ εὐκαταφρονήτου τινὸς πράγματος γεννητὴς εἶναι δοκῇ, περιττὸν μὲν καὶ ἴδιον παντάπασι λέγων οὐδέν, τὰ δὲ ὑπὸ Πλάτωνος ἐπ' ἄλλων ἑωραμένα καλῶς μεταφέρων ἐπὶ τὰ μὴ προσήκοντα, καθάπερ τινὲς τῶν ὕστερον γενομένων ἀνδριαντοποιῶν. 15.7.5 ἐκεῖνοί τε γὰρ ἀπομιμησάμενοι τοῦδε τοῦ ἀνδριάντος κεφαλήν, ἄλλου δὲ τὸ στέρνον, ἑτέρου δὲ τὴν ζώνην, εἰς ταὐτὸν συνθέντες ἐνίοτε μὴ προσήκοντα πράγματα ἀλλήλοις ἔπεισαν αὑτοὺς ὥς τι πεποιηκότες ἴδιον· καὶ ὄντως τὸ μὲν ὅλον, ὃ δή τις ἂν ἀσυμμέτρως ἔχειν αἰτιάσαιτο, ἐστὶν αὐτῶν, τὰ δ' ἐν αὐτῷ 15.7.6 συνηρανισμένα καί τι καλὸν ἔχοντα οὐκ αὐτῶν. ὡσαύτως δὲ καὶ Ἀριστοτέλης ἀκούων Πλάτωνος ὅτι ἔστι τις οὐσία νοητὴ καθ' αὑτὴν ἀσώματός τε καὶ ἀχρώματος καὶ ἀναφής, οὔτε γινομένη οὔτε φθειρομένη οὔτε τρεπομένη οὔτε μεταβαλλομένη, ἀεὶ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, πάλιν δ' αὖ περὶ τῶν κατ' οὐρανὸν ἀκούων, ὡς ὄντα θεῖα καὶ ἄφθαρτα ἀπαθῆ ἐστι σώματα, συνέθηκε καὶ συνεκόλλησεν ἐξ ἀμφοῖν πράγματα μὴ