269
συνᾴδοντα· παρ' ὧν μὲν γὰρ τὸ εἶναι σῶμα, παρ' ὧν δὲ τὸ ἀπαθὲς εἶναι λαβὼν σῶμα ἀπαθὲς 15.7.7 ἐτεκτήνατο. ἐπὶ μὲν οὖν τῶν ἀνδριάντων, εἰ καὶ μὴ καλὸν τὸ ἐκ τῶν δια15.7.7 φερόντων, οὔ τι γε ἀδύνατον γενέσθαι. διδάσκει γοῦν τὰ τοιαῦτα καὶ Ὅμηρος· ὄμματα, γάρ φησι, καὶ κεφαλὴν ἴκελος ∆ιὶ τερπικεραύνῳ, Ἄρει δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. τὸ δὲ σῶμα ἀπαθὲς οὐκ ἄν ποτε γένοιτο. παθητῇ γὰρ καὶ τρεπτῇ συνδεδεμένον φύσει ἀνάγκην ἔχει συμπαθεῖν ᾧ συνέζευκται. εἰ δέ τι ἀπαθὲς εἴη, τοῦτο ἀφειμένον καὶ ἐλεύθερον ἀπὸ τοῦ πάσχοντος εἶναι δεῖ· ὥστε χωρὶς ἂν εἴη τῆς ὕλης, ἧς κεχωρισμένον ἀσώματον ἀναγκαίως ὁμολογοῖτ' ἄν.» Ἔτι καὶ τούτοις πρόσσχωμεν τὸν νοῦν ἐν ὅσοις ἄλλοις διαφέρεσθαι τῷ Πλάτωνι τὸν Ἀριστοτέλην παρίστησιν·
15.8.1 ηʹ. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΚΑΙ ΕΝ ΤΟΙΣ ΚΑΤ' ΟΥΡΑΝΟΝ ΘΕΩΡΗΜΑΣΙ ∆ΙΕΝΕΧΘΕΝΤΑ ΤΩΙ ΠΛΑΤΩΝΙ
«Ἔπειτα τούτοις ἑπόμενα πολλὰ ἐν οἷς διαφέρονται. ὁ μὲν γάρ φησι τὰ κατ' οὐρανὸν τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἔχειν, ὁ δὲ μηδαμῇ μετεῖναι τοῖς οὐρανίοις πυρός. καὶ ὁ μέν φησιν ἀνάψαι τὸν θεὸν φῶς ἐν τῇ δευτέρᾳ πρὸς γῆν περιόδῳ, ἵν' ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανόν, περὶ ἡλίου τὸ τοιοῦτον ἀποφαινόμενος· ὁ δέ, ἅτε οὐκ ἐθέλων πῦρ εἶναι τὸν ἥλιον, τὸ δὲ φῶς εἰδὼς πῦρ καθαρὸν 15.8.2 ἤ τι πυρὸς ὄν, οὐκ ἐπιτρέπει φῶς περὶ αὐτὸν ἀνῆφθαι. ἔτι ὁ μέν, κατ' εἶδος ἀφθαρσίαν ἀπονέμων τοῖς κατ' οὐρανὸν ἅπασιν, ἀποχωρήσεις τινὰς αὐτῶν καὶ προσχωρήσεις συμμέτρους φησὶ γίνεσθαι· ἀναγκάζουσι δὲ αὐτὸν λέγειν ταῦτα, τὰς μὲν ἀποκρίσεις αἵ τε ἀκτῖνες τοῦ ἡλίου καὶ θερμότητες κατὰ ἀπόρρυσιν αὐτοῦ γινόμεναι· τὰς δὲ προσκρίσεις ἡ ἴση τοῦ μεγέθους αὐτοῦ φαῦσις· 15.8.3 οὐ γὰρ ἂν ἤθελεν ἴσα φαίνεσθαι μηδὲν ἀνθ' ὧν ἀφίησι λαμβάνοντα. ὁ δὲ Ἀριστοτέλης πάντη μένειν ἐπὶ τῆς αὐτῆς οὐσίας αὐτὰ βούλεται, μήτε τινὸς 15.8.4 αὐτοῖς ἀποχωροῦντος μήτε προσιόντος. ἔτι ὁ μὲν πρὸς τῇ κοινῇ κινήσει τῶν ἄστρων, καθ' ἣν ἐν ταῖς σφαίραις ἐνδεδεμένοι κινοῦνται πάντες οἱ ἀστέρες, οἵ τε ἀπλανεῖς καὶ οἱ πλανώμενοι, καὶ ἑτέραν αὐτοῖς κίνησιν ἀποδίδωσιν, ἣν δὴ καὶ ἄλλως καλλίστην εἶναι συμβέβηκε καὶ προσήκουσαν αὐτῶν τῇ φύσει τοῦ σώματος· σφαιρικοὶ γὰρ ὄντες εἰκότως σφαιρικὴν ἄν τινα κίνησιν ἕκαστος κινοῖτο περιδινούμενος. ὁ δὲ καὶ ταύτης ἀφαιρεῖται τῆς κινήσεως αὐτούς, ἣν ὡς ἔμψυχοι κινοῦνται, μόνην δὲ ἀπολείπει τὴν ὑπ' ἀλλήλων τῶν περιεχόντων ὥσπερ 15.8.5 ἀψύχοις συμβαίνουσαν. καὶ δὴ καί φησι τὴν γινομένην φαντασίαν ἡμῖν ἀπὸ τῶν ἀστέρων ὡς κινουμένων πάθος εἶναι τῆς ἡμετέρας ὄψεως ἀδυνατούσης καὶ ὡσπερεὶ σειομένης, ἀλήθειαν δὲ οὐκ εἶναι· ὥσπερ Πλάτωνος ἀπὸ ταύτης τῆς φαντασίας τὴν ὑπὲρ τῆς κινήσεως πίστιν λαμβάνοντος, ἀλλ' οὐκ ἀπὸ τοῦ λόγου τοῦ διδάσκοντος ὅτι ἀνάγκη τούτων ἕκαστον ζῷον ὄντα καὶ ψυχὴν ἔχοντα καὶ σῶμα κινεῖσθαι τὴν ἰδίαν κίνησιν «πᾶν γὰρ σῶμα ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ αὑτοῦ, ἔμψυχον», κινούμενον δὲ ἅτε θεῖον ὄντα τὴν καλλίστην κινεῖσθαι κίνησιν· καλλίστης δ' οὔσης τῆς ἐν 15.8.6 κύκλῳ κινήσεως, ταύτη αὐτὸν κινεῖσθαι. ἡ δὲ αἴσθησις τὰ μὲν ἐκ τοῦ λόγου μαρτυροῖτο ἂν ὡς ἀληθεύουσα, οὐ μὴν αὐτὴ παρέσχε τὴν πίστιν τῆς κινήσεως. περὶ δὲ τῆς τοῦ παντὸς κινήσεως ὡς μὲν οὐκ ἐν κύκλῳ τινὶ γίνεται, νικώμενος ὑπὸ τῆς ἐναργείας οὐκ ἔσχεν ἀντειπεῖν Πλάτωνι, παρεῖχε δὲ κἀνταῦθα 15.8.7 διαφορὰν αὐτῷ τὸ καλὸν τοῦτο εὕρημα τοῦ σώματος. ὁ μὲν γὰρ Πλάτων, ἅτε ὄντων τεσσάρων σωμάτων καὶ πάντων φύσει κινουμένων ἁπλῆν καὶ εὐθεῖαν κίνησιν, πυρὸς μὲν ἐπὶ τὰ ἐκτός, γῆς δ' ἐπὶ τὸ μέσον, τῶν δὲ ἄλλων ἐπὶ τὰ μεταξύ, τὴν ἐν κύκλῳ κίνησιν ἀπέδωκε τῇ ψυχῇ· ὁ δ', ᾗπερ ἄλλῳ σώματι ἄλλην, οὕτω