270
δὲ καὶ τὴν ἐν κύκλῳ, καθάπερ σωματικήν τινα, τῷ πέμπτῳ προσ15.8.8 ένειμε σώματι, παντευκόλως αὑτὸν ἐξαπατήσας. τοῖς μὲν γὰρ ἐπ' εὐθείας κινουμένοις αἱ βαρύτητες καὶ κουφότητες τὴν ἀρχὴν τῆς κινήσεως παρείχοντο, τὸ δὲ πέμπτον σῶμα, μήτε βάρους μετέχον μήτε κουφότητος, ἀκινη15.8.9 σίας μᾶλλον, ἀλλ' οὐ τῆς ἐν κύκλῳ κινήσεως αἰτίαν ἔχει. εἰ γὰρ τοῖς ἐπ' εὐθείας κινουμένοις οὐ τὸ σχῆμα τὴν αἰτίαν ἔχει τῆς κινήσεως, ἀλλ' ἡ ῥοπή, σῶμα οὐ μόνον ἐν μέσῳ τεθὲν ὁμοίου τινὸς οὐχ ἕξει πῇ κλιθῇ, ἀλλ' ἐν κύκλῳ περιτεθὲν ὁποίῳ τινὶ οὐχ ἕξει τῆς ἐπί τι κλίσεως αἰτίαν, εἴτ' ἐπὶ δεξί' ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε εἴτ' ἐπ' ἀριστερὰ 15.8.10 εἴτε πρόσω εἴτ' ὀπίσω. ἔτι τοῖς μὲν ἄλλοις σώμασιν ἐξωσθεῖσι τῶν οἰκείων τόπων παρέχει τὸ κινεῖσθαι πάλιν ἀφ' αὑτῶν ἡ πρὸς τούτους ἀναφορά· τῷ πέμπτῳ δὲ ἐκείνῳ, μηδέποτε ἐκβαίνοντι τῶν αὑτοῦ τόπων, μένειν ἂν προσ15.8.11 ήκοι. καὶ περὶ τῶν ἄλλων δὲ σωμάτων, ὑπεξαιρουμένου τοῦ πέμπτου, φαίνεται φιλονεικῶν Ἀριστοτέλης μὴ τὰ αὐτὰ λέγειν Πλάτωνι. ζητήσαντος γὰρ τοῦ Πλάτωνος, εἰ ἔστι φύσει βαρὺ σῶμα ἢ φύσει κοῦφον, καὶ ἐπειδὴ ταῦτα κατὰ τὴν πρὸς τὸ ἄνω καὶ κάτω σχέσιν ἐφαίνετο λέγεσθαι, σκεψαμένου, εἴτε ἔστι τι κάτω φύσει καὶ ἄνω εἴτε μή, καὶ ἀποδείξαντος ἀκριβῶς, ὅτι κατὰ μὲν τὰς τῶν σωμάτων πρὸς τοὺς τόπους οἰκειότητας τὸ κάτω λέγοιτο ἑκάστοις ἐφ' ὃ φέροιντο, ἄνω δὲ ἑκάστοις τὸ ἀλλότριον ἀφ' οὗ ἀναχωροῖεν, καὶ κατὰ τὴν αὐτὴν σχέσιν καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον διανείμαντος καὶ πρόσω τούτων ἀποδείξαντος ὅτι μήτε τὸ μέσον μήτε τὸ πέριξ 15.8.12 εὔλογον ἄνω τι αὐτῶν ἢ κάτω λέγεσθαι· ὅδε ἀντιτίθησι πανταχόθεν καταβάλλειν δεῖν ἡγούμενος τὰ ἐκείνου, καὶ τὸ μὲν ἐπὶ τὸ μέσον φερόμενον βαρὺ λέγειν βιάζεται, τὸ δὲ ἐπὶ τὸ πέριξ κοῦφον, καὶ τὸν μὲν τόπον τὸν ἐν μέσῳ κάτω φησί, τὸν δὲ πέριξ ἄνω.» 15.8.13 Ἀλλὰ περὶ μὲν κόσμου καὶ ἐξ ὧν οὗτος καὶ τῶν κατ' οὐρανόν, τοσοῦτον ἀλλήλων ἀφεστήκατον. ταῦτα μὲν οἵδε. Μωσῆς δὲ καὶ τὰ Ἑβραίων λόγια τούτων οὐδὲν πολυπραγμονεῖ· καὶ εἰκότως, ὅτι μηδὲ πρὸς βίου κατόρθωσιν τοῖς περὶ ταῦτα ἀσχολουμένοις λυσιτελεῖν ἐνομίσθη.
15.9.1 θʹ. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΚΑΙ ΕΝ ΤΟΙΣ ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ ∆ΙΕΝΕΧΘΕΝΤΑ ΤΩΙ ΠΛΑΤΩΝΙ ΚΑΙ ΤΟΙΣ ΕΒΡΑΙΩΝ ΛΟΓΟΙΣ
«Ὑπὲρ δὲ τῆς ψυχῆς τί καὶ λέγοιμεν ἄν; δῆλα γὰρ ταῦτα οὐ μόνον τοῖς φιλοσοφοῦσιν, ἀλλ' ἤδη σχεδὸν καὶ τοῖς ἰδιώταις ἅπασιν, ὅτι Πλάτων μὲν ἀθάνατον τὴν ψυχὴν ἀπολείπει καὶ πολλοὺς ὑπὲρ τούτου λόγους πεποίη15.9.2 ται, ποικίλως καὶ παντοίως ἀποδεικνὺς ὅτι ἐστὶν ἀθάνατος ἡ ψυχή. πολλὴ δὲ καὶ τοῖς ἐσπουδακόσι περὶ τὰ Πλάτωνος ἡ φιλοτιμία γέγονε, συναγωνιζομένοις τῷ τε δόγματι καὶ τῷ Πλάτωνι. σχεδὸν γὰρ τὸ συνέχον τὴν πᾶσαν 15.9.3 αἵρεσιν τἀνδρὸς τοῦτ' ἔστιν. ἥ τε γὰρ τῶν ἠθικῶν δογμάτων ὑπόθεσις ἐπηκολούθησε τῇ τῆς ψυχῆς ἀθανασίᾳ, τὸ μέγα καὶ λαμπρὸν καὶ νεανικὸν τῆς ἀρετῆς διὰ τὸ τῆς ψυχῆς θεῖον σῶσαι δυνηθείσης, τά τε τῆς φύσεως πράγματα πάντα κατὰ τὴν τῆς ψυχῆς διοίκησιν ἔσχε τὸ καλῶς διοικεῖσθαι δύνασθαι. 15.9.4 «Ψυχὴ γὰρ πᾶσα,» φησί, «παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτ' ἐν ἄλλοις εἴδεσι γινομένη.» ἀλλὰ μὴν καὶ τὰ τῆς ἐπιστήμης καὶ τῆς σοφίας εἰς τὴν ἀθανασίαν τῆς ψυχῆς ἀνῆπται τῷ Πλάτωνι. πᾶσαι γὰρ αἱ μαθήσεις ἀναμνήσεις, καὶ οὐκ ἄλλως οἴεται δύνασθαι σῴζεσθαι 15.9.5 καὶ ζήτησιν καὶ μάθησιν, ἐξ ὧν ἐπιστήμη γίνεται. εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ἀθάνατος, οὐδὲ ἀνάμνησις. εἰ δὲ μὴ τοῦτο, οὐδὲ μάθησις. πάντων οὖν τῶν Πλάτωνος δογμάτων ἀτεχνῶς ἐξηρτημένων καὶ ἐκκρεμαμένων τῆς κατὰ τὴν ψυχὴν θειότητός τε καὶ ἀθανασίας, ὁ μὴ συγχωρῶν