1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

272

«Τὸ δὲ τῆς ἐντελεχείας ὧδ' ἄν τις ἐπισκέψαιτο πῶς περὶ ψυχῆς λέγεται. τὴν ψυχήν φασιν ἐν τῷ συνθέτῳ εἴδους τάξιν ὡς πρὸς ὕλην τὸ σῶμα ἔμψυχον ἔχειν, σώματος δὲ οὐ παντὸς εἶδος οὐδὲ ᾗ σῶμα, ἀλλὰ ψυχικοῦ ὀργανικοῦ, δυ15.10.2 νάμει ζωὴν ἔχοντος. εἰ μὲν οὖν ᾗ παραβέβληται ὡμοίωται, ὡς μορφὴ ἀνδριάντος πρὸς χαλκόν· καὶ διαιρουμένου τοῦ σώματος συμμερίζεσθαι τὴν ψυχὴν καὶ ἀποκοπτομένου τινὸς μέρους μετὰ τοῦ ἀποκοπέντος ψυχῆς μόριον εἶναι τήν τε ἐν τοῖς ὕπνοις ἀναχώρησιν μὴ γίνεσθαι, εἴπερ δεῖ προσφυᾶ τὴν 15.10.3 ἐντελέχειαν οὗ ἐστιν εἶναι, τὸ δ' ἀληθὲς μηδὲ ὕπνον γίνεσθαι. καὶ μὴν ἐντελεχείας οὔσης, οὐδὲ ἐναντίωσιν λόγου πρὸς ἐπιθυμίας· ἓν δὲ καὶ ταὐτὸν δι' ὅλου πεπονθέναι τὸ πᾶν, οὐ διαφωνοῦν ἑαυτῷ. αἰσθήσεις δὲ μόνον δυνατὸν ἴσως γίνεσθαι, τὰς δὲ νοήσεις ἀδύνατον. διὸ καὶ αὐτοὶ ἄλλην ψυχὴν ἢ νοῦν εἰσ15.10.4 άγουσιν, ὃν ἀθάνατον τίθενται. τὴν οὖν λογιζομένην ψυχὴν ἄλλως ἐντελέχειαν ἢ τοῦτον τὸν τρόπον ἀνάγκη εἶναι, εἰ δεῖ τῷ ὀνόματι τούτῳ χρῆσθαι. οὐδ' ἡ αἰσθητική, εἴπερ καὶ αὕτη τῶν αἰσθητῶν ἀπόντων τοὺς τύπους ἔχει, αὐτοὺς οὐ μετὰ τοῦ σώματος ἄρα ἕξει· εἰ δὲ μή, οὕτως ἐνέσονται ὡς μορφαὶ καὶ εἰκόνες· ἀλλ' ἀδύνατον ἄλλους δέχεσθαι, εἰ οὕτως ἐνεῖεν. οὐκ ἄρα ὡς ἀχώ15.10.5 ριστος ἐντελέχεια. καὶ μὴν οὐδὲ τὸ ἐπιθυμοῦν μὴ σιτίων μηδὲ ποτῶν, ἀλλ' ἄλλων παρὰ τὰ τοῦ σώματος, οὐδ' αὐτὸ ἀχώριστος ἐντελέχεια. λοιπὸν δὲ τὸ φυτικὸν ἂν εἴη, ὃ ἀμφισβήτησιν ἂν δόξειεν ἔχειν, μή τι τοῦτον τὸν τρόπον 15.10.6 ἐντελέχεια ἀχώριστος ᾖ. ἀλλ' οὐδὲ τοῦτο φαίνεται οὕτως ἔχον. εἰ γὰρ ἡ ἀρχὴ παντὸς φυτοῦ περὶ τὴν ῥίζαν καὶ αὐαινομένου τοῦ ἄλλου σώματος περὶ τὴν ῥίζαν καὶ τὰ κάτω ἐν πολλοῖς τῶν φυτῶν ἡ ψυχή, δῆλον ὅτι ἀπολιποῦσα τὰ ἄλλα μέρη εἰς ἕν τι συνεστάλη· οὐκ ἄρα ἦν ἐν τῷ ὅλῳ ὡς ἀχώριστος ἐντελέχεια. καὶ γὰρ αὖ ἔστι, πρὶν αὐξηθῆναι τὸ φυτόν, ἐν τῷ ὀλίγῳ ὄγκῳ. 15.10.7 εἰ οὖν καὶ εἰς ὀλίγον ἔρχεται ἐκ μείζονος φυτοῦ καὶ ἐξ ὀλίγου ἐπὶ πᾶν, τί κωλύει καὶ ὅλως χωρίζεσθαι; πῶς δ' ἂν καὶ ἀμερὴς οὖσα μεριστοῦ τοῦ σώματος ἐντελέχεια γένοιτο; ἥ τε αὐτὴ ψυχὴ ἐξ ἄλλου ζῴου ἄλλο γίνεται· πῶς οὖν 15.10.8 ἡ τοῦ προτέρου τοῦ ἐφεξῆς ἂν γένοιτο, εἰ ἦν ἐντελέχεια ἑνός; φαίνεται δὲ τοῦτο ἐκ τῶν μεταβαλλόντων ζῴων εἰς ἄλλα ζῷα. οὐκ ἄρα τῷ εἶδος εἶναί τινος τὸ εἶναι ἔχει, ἀλλ' ἔστιν οὐσία, οὐ παρὰ τὸ ἐν σώματι ἱδρῦσθαι τὸ εἶναι λαμβάνουσα, ἀλλ' οὖσα, πρὶν καὶ τοῦδε γενέσθαι, οἷον ζῴου οὐ τὸ σῶμα τὴν 15.10.9 ψυχὴν γεννήσει. τίς οὖν οὐσία αὐτῆς; εἰ δὲ μήτε σῶμα μήτε πάθος σώματος, πρᾶξις δὲ καὶ ποίησις, καὶ πολλὰ καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς, οὐσία παρὰ τὰ σώματα οὖσα, ποία τίς ἐστιν; ἢ δῆλον ὅτι ἥν φαμεν ὄντως οὐσίαν εἶναι; τὸ μὲν γὰρ γένεσις, ἀλλ' οὐκ οὐσία πᾶν τὸ σωματικὸν εἶναι λέγοιτ' ἄν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν, μεταλήψει δὲ τοῦ ὄντος σῳζόμενον, καθ' ὅσον ἂν αὐτοῦ μεταλαμβάνῃ.» Ἐπειδὴ δὲ καὶ τὰ Πλωτίνου διήλθομεν, συνιδεῖν οὐκ ἄτοπον καὶ τὰ Πορφυρίῳ ἐν τοῖς Πρὸς Βόηθον περὶ ψυχῆς εἰρημένα·

15.11.1 ιαʹ. ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ «Πρὸς δὲ τὸν ἐντελέχειαν τὴν ψυχὴν εἰπόντα καὶ ἀκίνητον παντελῶς οὖσαν κινεῖν ὑπειληφότα ῥητέον, πόθεν οἱ ἐνθουσιασμοὶ τοῦ ζῴου μηδὲν μὲν ξυνιέντος ὧν ὁρᾷ τε καὶ λέγει, τῆς δὲ ψυχῆς καὶ τὸ μέλλον καὶ μὴ ἐνεστὼς βλεπούσης καὶ κατὰ ταὐτὸ κινουμένης, πόθεν δὲ καὶ ἐπὶ τῆς τοῦ ζῴου συστάσεως αἱ τῆς ὡς ζῴου ψυχῆς βουλαί τε καὶ σκέψεις καὶ θελήσεις, ῥοπαὶ οὖσαι τῆς ψυχῆς καὶ οὐ τοῦ σώματος;» 15.11.2 Εἶθ' ἑξῆς ἐπιλέγει· «Τὸ δὲ βαρύτητι ἀπεικάζειν τὴν ψυχὴν ἢ ποιότησι μονοειδέσι καὶ ἀκινήτοις