273
σωματικαῖς, καθ' ἃς ἢ κινεῖται ἢ ποιόν ἐστι τὸ ὑποκείμενον, ἐκπεπτωκότος ἦν τέλεον ἢ ἑκόντος ἢ ἄκοντος τῆς ψυχικῆς ἀξίας καὶ οὐδαμῶς καθεωρακότος ὡς παρουσίᾳ μὲν τῆς ψυχῆς ζωτικὸν γέγονε τὸ τοῦ ζῴου σῶμα, ὡς πυρὸς παρουσίᾳ θερμὸν τὸ παρακείμενον ὕδωρ, ψυχρὸν ὂν καθ' ἑαυτό, καὶ ἡλίου ἀνατολῇ πεφώτισταί γε ὁ ἀήρ, σκοτεινὸς ὢν ἄνευ τῆς τούτου ἐκλάμψεως. 15.11.3 ἀλλ' οὔτε ἡ θέρμη τοῦ ὕδατος ἡ θερμότης ἦν τοῦ πυρὸς οὔτε τὸ πῦρ, οὔτε τὸ ἐναέριον φῶς τὸ σύμφυτον τῷ ἡλίῳ φῶς· ὡσαύτως δὲ οὐδὲ ἡ τοῦ σώματος ἐμψυχία, ἥτις ἔοικε τῇ βαρύτητι καὶ τῇ περὶ σῶμα ποιότητι, ἡ ψυχὴ ἡ ἐν τῷ σώματι καταταχθεῖσα, δι' ἣν καὶ πνοῆς τινος ζωτικῆς μετέσχε τὸ σῶμα.» 15.11.4 Εἶθ' ἑξῆς μεθ' ἕτερα ἐπιλέγει· «Τὰ μὲν οὖν ἄλλα ὅσα περὶ αὐτῆς εἰρήκασιν ἄλλοι, αἰσχύνην ἡμῖν φέρει. πῶς γὰρ οὐκ αἰσχρὸς ὁ ἐντελέχειαν τιθεὶς τὴν ψυχὴν λόγος σώματος φυσικοῦ ὀργανικοῦ; πῶς δὲ οὐκ αἰσχύνης γέμων ὁ πνεῦμά πως ἔχον αὐτὴν ἀποδιδοὺς ἢ πῦρ νοερόν, τῇ περιψύξει καὶ οἷον βαφῇ τοῦ ἀέρος ἀναφθὲν ἢ στομωθέν, ὅ τε ἀτόμων ἄθροισμα θεὶς ἢ ὅλως ἀπὸ σώματος αὐτὴν γεννᾶσθαι ἀποφαινόμενος; ὃν δὴ λόγον ἐν Νόμοις ἀσεβῶν ἀσεβῆ εἶναι ἀπεφήνατο. αἰσχύνης οὖν πάντες οὗτοι πλήρεις λόγοι. ἐπὶ δὲ τῷ λέγοντι αὐτοκίνητον οὐσίαν οὐκ ἄν τις, φησίν, αἰσχυνθείη.»
15.12.1 ιβʹ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ∆ΙΕΝΕΧΘΕΝΤΑ ΤΩΙ ΠΛΑΤΩΝΙ ΚΑΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΤΗΣ ΚΑΘΟΛΟΥ ΨΥΧΗΣ ΛΟΓΩΙ
«Ἔτι τοῦ Πλάτωνος λέγοντος τὴν ψυχὴν διακοσμεῖν τὰ πάντα διήκουσαν διὰ πάντων, καὶ ταύτην ὑφ' ἧς καὶ οἱ λοιποὶ διοικεῖσθαι συγχωροῖεν ἂν ἕκαστα, καὶ μηδὲν ἄλλο εἶναι τὴν φύσιν ἢ ψυχὴν καὶ δηλονότι ψυχὴν οὐκ ἄλογον καὶ ἐκ τούτων συνάγοντος, ὅτι πάντα κατὰ πρόνοιαν γίνεται, εἴ γε καὶ 15.12.2 κατὰ φύσιν· πρὸς οὐδὲν τούτων ἡμῖν Ἀριστοτέλης ὁμολογεῖ. οὐ γὰρ εἶναι τὴν φύσιν ψυχήν, καὶ τὰ περὶ γῆν ὑπὸ μὲν φύσεως διοικεῖσθαι, ὑπὸ δὲ ψυχῆς μὴ διοικεῖσθαι. εἶναι γὰρ ἐφ' ἑκάστῳ τῶν πραγμάτων ἄλλας καὶ τὰς αἰτίας. τῶν μὲν γὰρ οὐρανίων ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων αἰτίαν τὴν εἱμαρμένην ὑποτίθησι, τῶν δὲ ὑπὸ σελήνην τὴν φύσιν, τῶν δὲ ἀνθρωπίνων φρόνησιν καὶ πρόνοιαν καὶ ψυχήν, τὸ μὲν γλαφυρὸν ἐν ταῖς τοιαύταις διαιρέ15.12.3 σεσι παρεχόμενος, τὸ δὲ ἀναγκαῖον οὐ συνορῶν. εἰ γὰρ μὴ μία τις εἴη δύναμις ἔμψυχος διήκουσα διὰ τοῦ παντὸς καὶ πάντα συνδοῦσα καὶ συνέχουσα, οὔτ' ἂν εὐλόγως τὸ πᾶν οὔτε καλῶς διοικούμενον εἶναι δύναιτο. τῆς δ' αὐτῆς ἦν ἄρ' ἀβλεψίας καὶ πόλιν ἐλπίσαι ποτὲ καλῶς χωρὶς ἑνώσεως διαγενέσθαι καὶ τὸ πᾶν τόδε ἡγήσασθαι πάγκαλον τῷ λόγῳ διαφυλάξειν, οἷόν περ φαί 15.12.4 νεται, μὴ συνδήσαντα καὶ συναρμόσαντα ἑνός τινος ὁμοίου κοινωνίᾳ. καὶ τοιοῦτον μέν τι πρᾶγμα τὸ διοικοῦν ἕκαστα εἶναί φησιν, οἷον ἀρχὴν εἶναι κινήσεως, τοῦτο δὲ εἶναι ψυχὴν οὐ βούλεται, καίτοι τοῦ Πλάτωνος αὖ δεικνύντος ὅτι τοῖς κινουμένοις ἅπασιν ἀρχὴ καὶ πηγὴ τῆς κινήσεως ἡ ψυχή. καὶ ὃ μὲν ἂν ἔργον εἴη ψυχῆς λογικῆς καὶ φρονίμου τὸ μηδὲν μάτην ποιεῖν, τοῦτο ἀνατίθησι τῇ φύσει, τοῦ δὲ ὀνόματος αὐτῇ τῆς ψυχῆς οὐ μεταδίδωσιν, ὥσπερ ἐκ τῶν ὀνομάτων, ἀλλ' οὐκ ἐκ τῶν δυνάμεων τῶν πραγμάτων λαμβανομένων.»
15.13.1 ιγʹ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ∆ΙΑΠΑΙΞΑΝΤΑ ΚΑΙ ΤΑΣ ΠΑΡΑ ΠΛΑΤΩΝΙ Ι∆ΕΑΣ ΑΣ ΟΥΚ ΑΓΝΟΕΙΝ ΚΑΙ ΟΙ ΕΒΡΑΙΩΝ Η∆Η ΠΡΟΤΕΡΟΝ ΣΥΝΕΣΤΗΣΑΝ
ΛΟΓΟΙ