1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

276

15.16.1 ιʹ. ΠΟΡΦΥΡΙΟΥ ΠΡΟΣ ΤΗΝ ΤΩΝ ΣΤΩΙΚΩΝ ΠΕΡΙ ΘΕΟΥ ∆ΟΞΑΝ

«Τὸν δὲ θεὸν οὐκ ὀκνοῦσι πῦρ νοερὸν εἰπόντες ἀΐδιον καταλείπειν καὶ φθείρειν μὲν πάντα λέγειν καὶ ἐπινέμεσθαι, ὡς τοιοῦτον ὂν πῦρ οἷον τὸ ἡμῖν συνεγνωσμένον, ἀντιλέγειν τε τῷ Ἀριστοτέλει παραιτουμένῳ τὸν αἰθέρα ἐκ 15.16.2 πυρὸς λέγειν τοιούτου. ἀπαιτούμενοι δὲ πῶς τὸ τοιοῦτον ἐπιδιαμένει πῦρ, ἀλλοῖον μὲν πῦρ οὐ λέγουσιν εἶναι, τὸ τοιοῦτον δ' εἰπόντες καὶ πιστεύειν αὐτοῖς ἀξιώσαντες εἰποῦσι τῇ ἀλόγῳ πίστει ταύτῃ ἐπισυνάπτουσιν, ὅτι καὶ ἀΐδιόν ἐστι, καίπερ ἐκ μέρους καὶ τὸ αἰθέριον σβέννυσθαι καὶ ἀνάπτεσθαι τιθέντες. ἀλλὰ τὴν τούτων πρὸς μὲν τὰ αὑτῶν ἀβλεψίαν, πρὸς δὲ τὰ τῶν παλαιῶν ῥᾳθυμίαν τε καὶ καταφρόνησιν τί ἄν τις ἐπιὼν ἐπὶ πλέον μηκύνοι;» 15.17.1 ιζʹ. ΟΤΙ ΟΥΚ ΑΝ ΕΙΗ ΣΩΜΑ ΤΟ ΟΝ ΚΑΤΑ ΤΟΥΣ ΣΤΩΙΚΟΥΣ· ΑΠΟ ΤΟΥ

ΠΡΩΤΟΥ ΠΕΡΙ ΤΑΓΑΘΟΥ ΝΟΥΜΗΝΙΟΥ «Ἀλλὰ τί δή ἐστι τὸ ὄν; ἆρα ταυτὶ τὰ στοιχεῖα τὰ τέτταρα, ἡ γῆ καὶ τὸ πῦρ καὶ αἱ ἄλλαι δύο μεταξὺ φύσεις; ἆρα οὖν δὴ τὰ ὄντα ταῦτά ἐστιν, ἤτοι ξυλλήβδην ἢ καθ' ἕν γέ τι αὐτῶν; Καὶ πῶς, ἅ γέ ἐστι καὶ γενητὰ καὶ παλινάγρετα, εἴ γε ἔστιν ὁρᾶν αὐτὰ ἐξ ἀλλήλων γινόμενα καὶ ἐπαλλασσόμενα καὶ 15.17.2 μήτε στοιχεῖα ὑπάρχοντα μήτε συλλαβάς; Σῶμα μὲν ταυτὶ οὕτως οὐκ ἂν εἴη τὸ ὄν. ἀλλ' ἄρα ταυτὶ μὲν οὔ, ἡ δ' ὕλη δύναται εἶναι ὄν; Ἀλλὰ καὶ αὐτὴν παντὸς μᾶλλον ἀδύνατον, ἀρρωστίᾳ τοῦ μένειν· ποταμὸς γὰρ ἡ ὕλη ῥοώδης καὶ ὀξύρροπος, βάθος καὶ πλάτος καὶ μῆκος ἀόριστος καὶ ἀνήνυτος.» 15.17.3 Καὶ μετὰ βραχέα ἐπιλέγει· «Ὥστε καλῶς ὁ λόγος εἴρηκε φάς, εἰ ἔστιν ἄπειρος ἡ ὕλη, ἀόριστον εἶναι αὐτήν· εἰ δὲ ἀόριστος, ἄλογος· εἰ δὲ ἄλογος, ἄγνωστος. ἄγνωστον δέ γε οὖσαν αὐτὴν ἀναγκαῖον εἶναι ἄτακτον, ὡς τεταγμένα γνωσθῆναι πάνυ δήπουθεν ἂν εἴη ῥᾴδια· τὸ δὲ ἄτακτον οὐχ ἕστηκεν, ὅ τι δὲ μὴ ἕστηκεν, οὐκ ἂν εἴη ὄν. 15.17.4 τοῦτο δὲ ἦν ὅπερ ἡμῖν αὐτοῖς ὡμολογησάμεθα ἐν τοῖς ἔμπροσθεν, ταυτὶ πάντα συνενεχθῆναι τῷ ὄντι ἀθέμιστον εἶναι. ∆οξάτω μάλιστα μὲν πᾶσιν, εἰ δὲ μή, ἀλλ' ἐμοί. Οὐκοῦν φημι τὴν ὕλην οὔτε αὐτὴν οὔτε τὰ σώματα εἶναι ὄν. 15.17.5 Τί οὖν δή; ἦ ἔχομεν παρὰ ταῦτα ἄλλο τι ἐν τῇ φύσει τῇ τῶν ὅλων; Ναί. τοῦτο οὐδὲν εἰπεῖν ποικίλον, εἰ τόδε πρῶτον μὲν ἐν ἡμῖν αὐτοῖς ἅμα πειρα15.17.6 θείημεν διαλεγόμενοι· ἐπειδὴ τὰ σώματά ἐστι φύσει τεθνηκότα καὶ νεκρὰ καὶ πεφορημένα καὶ οὐδ' ἐν ταὐτῷ μένοντα, ἆρ' οὐχὶ τοῦ καθέξοντος αὐτοῖς ἔδει; Παντὸς μᾶλλον. Εἰ μὴ τύχοι δὲ τούτου, ἆρα μείνειεν ἄν; Παντὸς ἧττον. 15.17.7 Τί οὖν ἐστι τὸ κατασχῆσον; εἰ μὲν δὴ καὶ τοῦτο εἴη σῶμα, ∆ιὸς Σω15.17.8 τῆρος δοκεῖ ἂν ἐμοὶ δεηθῆναι αὐτὸ παραλυόμενον καὶ σκιδνάμενον. εἰ μέντοι χρὴ αὐτὸ ἀπηλλάχθαι τῆς τῶν σωμάτων πάθης, ἵνα κἀκείνοις κεκυκημένοις τὴν φθορὰν ἀμύνειν δύνηται καὶ κατέχῃ, ἐμοὶ μὲν οὐ δοκεῖ ἄλλο τι εἶναι ἢ μόνον γε τὸ ἀσώματον· αὕτη γὰρ δὴ φύσεων πασῶν μόνη ἕστηκε καὶ ἔστιν ἀραρυῖα καὶ οὐδὲν σωματική. οὔτε γοῦν γίνεται οὔτε αὔξεται οὔτε κίνησιν κινεῖται ἄλλην οὐδεμίαν, καὶ διὰ ταῦτα καλῶς δίκαιον ἐφάνη πρεσβεῦσαι τὸ ἀσώματον.»

15.18.1 ιηʹ. ΟΠΩΣ ΟΙ ΣΤΩΙΚΟΙ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΑΝΤΟΣ ΕΚΠΥΡΩΣΕΩΣ ∆ΟΞΑΖΟΥΣΙΝ