1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

278

«Ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα 15.20.3 ὕδατα ἐπιρρεῖ· καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται.» ἀναθυμίασιν μὲν οὖν ὁμοίως τῷ Ἡρακλείτῳ τὴν ψυχὴν ἀποφαίνει Ζήνων, αἰσθητικὴν δὲ αὐτὴν εἶναι διὰ τοῦτο λέγει ὅτι τυποῦσθαί τε δύναται τὸ μέρος τὸ ἡγούμενον αὐτῆς ἀπὸ τῶν ὄντων καὶ ὑπαρχόντων διὰ τῶν αἰσθητηρίων καὶ παραδέχεσθαι τὰς τυπώσεις. ταῦτα γὰρ ἴδια ψυχῆς ἐστι.» 15.20.4 Καὶ μεθ' ἕτερα· «Εἶναι δὲ ψυχὴν ἐν τῷ ὅλῳ φασίν, ὃ καλοῦσιν αἰθέρα, καὶ ἀέρα κύκλῳ περὶ τὴν γῆν καὶ θάλασσαν, καὶ ἐκ τούτων ἀναθυμιάσεις· τὰς δὲ λοιπὰς ψυχὰς προσπεφυκέναι ταύτῃ, ὅσαι τε ἐν ζῴοις εἰσὶ καὶ ὅσαι ἐν τῷ περιέχοντι· 15.20.5 διαμένειν γὰρ ἔτι τὰς τῶν ἀποθανόντων ψυχάς. ἔνιοι δὲ τὴν μὲν τοῦ ὅλου ἀΐδιον, τὰς δὲ λοιπὰς συμμίγνυσθαι ἐπὶ τελευτῇ εἰς ἐκείνην. ἔχειν δὲ πᾶσαν ψυχὴν ἡγεμονικόν τι ἐν αὑτῇ, ὃ δὴ ζωὴ καὶ αἴσθησίς ἐστι καὶ ὁρμή.» 15.20.6 Καὶ ἔτι μετ' ὀλίγα· «Τὴν δὲ ψυχὴν γενητήν τε καὶ φθαρτὴν λέγουσιν· οὐκ εὐθὺς δὲ τοῦ σώματος ἀπαλλαγεῖσαν φθείρεσθαι, ἀλλ' ἐπιμένειν τινὰς χρόνους καθ' ἑαυτήν, τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν πάντων, τὴν δὲ 15.20.7 τῶν ἀφρόνων πρὸς ποσούς τινας χρόνους. τὸ δὲ διαμένειν τὰς ψυχὰς οὕτως λέγουσιν, ὅτι διαμένομεν ἡμεῖς ψυχαὶ γενόμενοι τοῦ σώματος χωρισθέντες καὶ εἰς ἐλάττω μεταβαλόντες οὐσίαν τὴν τῆς ψυχῆς. τὰς δὲ τῶν ἀφρόνων καὶ ἀλόγων ζῴων ψυχὰς συναπόλλυσθαι τοῖς σώμασι.» 15.20.8 Τοιαῦτα καὶ τὰ τῆς Στωϊκῆς φιλοσοφίας δόγματα ἀπὸ τῶν Ἐπιτομῶν Ἀρείου ∆ιδύμου συνειλεγμένα. πρὸς δὲ τὴν περὶ ψυχῆς ἄτοπον τῶν ἀνδρῶν δόξαν ἀπαρκεῖ τὰ παρὰ Λογγίνῳ τῷ καθ' ἡμᾶς συντόμως ἀντειρημένα διὰ τούτων·

15.21.1 καʹ. ΛΟΓΓΙΝΟΥ ΠΡΟΣ ΤΗΝ ΤΩΝ ΣΤΩΙΚΩΝ ΠΕΡΙ ΨΥΧΗΣ ∆ΟΞΑΝ ΑΝΤΙΡΡΗΣΙΣ

«Συνελόντι δ' εἰπεῖν, πόρρω μοι δοκοῦσιν ἀφεστηκέναι τοῦ τὰ δέοντα λογίζεσθαι πάντες ἐφεξῆς ὁπόσοι τὴν ψυχὴν σῶμα ἀπεφήναντο. ποῦ γὰρ ὅλως ἐγχωρεῖ παραπλήσιον εἶναί τινι τῶν στοιχείων τὸ κατ' αὐτὴν θεῖναι, ποῦ δὲ ἐπὶ τὰς κράσεις καὶ μίξεις ἀνενεγκεῖν; αἳ κατὰ πολλοὺς γιγνόμεναι τρόπους ἄλλων μὲν ἀμυθήτων ἰδέας σωμάτων ἀπογεννᾶν πεφύκασιν, ἐν οἷς εἰ καὶ μὴ συνεχῶς, ἀλλ' οὖν πόρρωθεν ἰδεῖν ἔνι τὴν τῶν στοιχείων αἰτίαν καὶ τὴν πρὸς τὰ δεύτερα καὶ τρίτα τῶν πρώτων ἀφορμήν. τῶν δὲ περὶ ψυχὴν ἴχνος οὐδὲν οὐδὲ τεκμήριον ἐν τοῖς σώμασιν εὑρίσκεται, κἂν εἰ φιλοτιμοῖτό τις ὡς Ἐπίκουρος καὶ Χρύσιππος ἅπαντα λίθον κινεῖν καὶ πᾶσαν ἐρευνᾶν δύνα15.21.2 μιν σώματος εἰς γένεσιν τῶν περὶ ψυχῆς πράξεων. τί γὰρ ἡ τοῦ πνεύματος ἡμῖν λεπτότης πρὸ ἔργου γένοιτ' ἂν εἰς φαντασίας καὶ λογισμούς; τί δέ; τῶν ἀτόμων σχῆμα τοσαύτην παρὰ τἄλλα ἔχειν δύναμιν καὶ τροπήν, ὥστε φρόνησιν γεννᾶν, ὅταν εἰς ἑτέρου πλάσιν ἐγκαταμιχθῇ σώματος; οἶμαι μὲν ὡς οὐδ' εἰ τῶν Ἡφαίστου τις ὢν τύχοι τριπόδων καὶ θεραπαινῶν ὧν φησιν Ὅμηρος τοὺς μὲν αὐτομάτους εἰς τὸν ἀγῶνα δι' αὑτῶν χωρεῖν, τὰς δὲ συνεργάζεσθαι τῷ δεσπότῃ καὶ μηδενὸς οἵων οἱ ζῶντες ἔχουσι πλεονεκτημάτων ἀπολείπεσθαι, μή τί γε δὴ τῶν ἐκ ταὐτομάτου ψηγμάτων. καὶ αὖ τοῖς ἐπὶ τῶν αἰγιαλῶν προσέοικε λίθοις εἰς τὸ δύνασθαί τι περιττότερον ποιεῖν 15.21.3 πρὸς αἴσθησιν. Ζήνωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειέ τις ἂν δικαίως οὕτως σφόδρα ὑβριστικῶς περὶ αὐτῆς διαλεχθεῖσι καὶ ταὐτὸν ἄμφω τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν φήσασι. τί γάρ, ὦ πρὸς θεῶν, κοινὸν ὅλως ἀναθυμιάσει καὶ ψυχῇ; ποῦ δὲ ἐγχωρεῖ νομίσαντας τούτῳ προσεοι κέναι τήν θ' ἡμετέραν καὶ τὴν τῶν ἄλλων ζῴων οὐσίαν τοῦτο μὲν φαντασίας καὶ μνήμας οἵους τε εἶναι σῴζειν διαρκεῖς, τοῦτο δὲ