279
ὁρμὰς καὶ βουλήσεις τῶν λυσιτελούντων εἰς σύνεσιν πραγμάτων; ἦ τἄρα καὶ τοὺς θεοὺς καὶ τὸν διὰ πάντων παρήκοντα ὁμοίως ἐπιγείων τε καὶ οὐρανίων εἰς ἀναθυμίασιν καὶ καπνὸν καὶ τοιαύτην φλυαρίαν καταθήσομεν καὶ οὐδὲ τοὺς ποιητὰς αἰσχυνούμεθα, οἳ καίπερ ἀκριβῆ σύνεσιν τῶν θεῶν οὐκ ἔχοντες ὅμως τὰ μὲν ἐκ τῆς κοινῆς ἐπινοίας τῶν ἀνθρώπων, τὰ δ' ἐξ ἐπιπνοίας τῶν Μουσῶν, ἣ κινεῖν αὐτοὺς ἐπὶ ταῦτα πέφυκε, σεμνότερα εἰρήκασι περὶ αὐτῶν καὶ οὐκ ἀναθυμιάσεις οὐδ' ἀέρας οὐδὲ πνεύματα καὶ λήρους;» Ταῦτά σοι καὶ ὁ Λογγῖνος, ἐπάκουσον δὲ καὶ Πλωτίνου τὰ τοιάδε πρὸς τοὺς αὐτοὺς ἀποτεινομένου·
15.22.1 κβʹ. ΠΡΟΣ ΤΟΥΣ ΣΤΩΙΚΟΥΣ ΟΤΙ ΟΥ ∆ΥΝΑΤΑΙ ΣΩΜΑΤΙΚΗ ΕΙΝΑΙ Η ΨΥΧΗ· ΑΠΟ ΤΟΥ Α περι ψυχης πλωτινου
«Εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος ἡμῶν ἢ φθείρεται πᾶς ἢ τὰ μὲν αὐτοῦ ἄπεισιν εἰς σκέδασιν καὶ φθοράν, τὰ δὲ μένει εἰσαεὶ ἅπερ ἐστὶν αὐτός, ὧδ' 15.22.2 ἄν τις μάθοι κατὰ φύσιν ἐπισκοπούμενος. ἁπλοῦν μὲν δή τι οὐκ ἂν εἴη ἄνθρωπος, ἀλλ' ἔστιν ἐν αὐτῷ ψυχή, ἔχει δὲ καὶ σῶμα, εἴτ' οὖν ὄργανον ὂν ἡμῖν, εἴτε ἕτερον τρόπον προσηρτημένον. ἀλλ' οὖν διῃρήσθω τε ταύτη 15.22.3 καὶ ἑκατέρου τὴν φύσιν τε καὶ οὐσίαν καταθεατέον. τὸ μὲν δὴ σῶμα, καὶ αὐτὸ συγκείμενον, οὔτε παρὰ τοῦ λόγου δύναται μένειν ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου τε τῶν ἐνόντων πρὸς τὸ αὑτοῦ φερομένου φθείροντός τε ἄλλου ἕτερον καὶ μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα 15.22.4 ποιοῦσα μὴ παρῇ τοῖς ὄγκοις. κἂν μονωθῇ δὲ ἕκαστον γενόμενον, ἓν οὐκ ἔστι, λύσιν δεχόμενον εἴς τε μορφὴν καὶ ὕλην, ἐξ ὧν ἀνάγκη καὶ τὰ ἁπλᾶ τῶν σωμάτων τὰς συστάσεις ἔχειν. καὶ μὴν καὶ μέγεθος ἔχοντα, ἅτε σώματα ὄντα, τεμνόμενά τε καὶ εἰς μικρὰ θραυόμενα, καὶ ταύτη φθορὰν ἂν ὑπομένοι. 15.22.5 ὥστε εἰ μὲν μέρος ἡμῶν τοῦτο, οὐ τὸ πᾶν ἀθάνατοι, εἰ δ' ὄργανον, ἔδει γε αὐτὸ εἰς χρόνον τινὰ δοθὲν τοιοῦτον τὴν φύσιν εἶναι. τὸ δὲ κυριώτατον καὶ αὐτὸς ὁ ἄνθρωπος, εἴπερ κατὰ τὸ εἶδος, ὡς πρὸς ὕλην τὸ σῶμα ἢ κατὰ τὸ χρώμενον ὡς πρὸς ὄργανον, ἑκατέρως δὲ ἡ ψυχὴ αὐτός. 15.22.6 Τοῦτο οὖν τίνα φύσιν ἔχει; ἢ σῶμα μὲν ὂν πάντως ἀναλυτέον· σύνθετον γὰρ πᾶν γε σῶμα. εἰ δὲ μὴ σῶμα εἴη, ἀλλὰ φύσεως ἄλλης, κἀκείνην ἢ κατὰ τὸν αὐτὸν τρόπον ἢ κατὰ ἄλλον σκεπτέον. πρῶτον δὲ σκεπτέον εἰς ὅ τι δεῖ 15.22.7 τοῦτο τὸ σῶμα, ὃ λέγουσι ψυχήν, ἀναλύειν. ἐπεὶ γὰρ ζωὴ ψυχῇ πάρεστιν ἐξ ἀνάγκης, ἀνάγκη τοῦτο τὸ σῶμα, τὴν ψυχήν, εἰ μὲν ἐκ δύο σωμάτων ἢ πλειόνων εἴη, ἤτοι ἑκάτερον αὐτῶν ἢ ἕκαστον ζωὴν σύμφυτον ἔχειν· ἢ τὸ μὲν ἔχειν, τὸ δὲ μή, ἢ μηδὲ ἕτερον ἢ μηδὲν ἔχειν. εἰ μὲν δὴ ἑνὶ αὐτῶν 15.22.8 προσείη τὸ ζῆν, αὐτὸ τοῦτο ἂν εἴη ψυχή. τί ἂν οὖν εἴη σῶμα, ζωὴν παρ' αὑτοῦ ἔχον; πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄψυχα παρ' αὑτῶν, καὶ ὅτῳ πάρεστι τούτων ψυχή, τοῦτο ἐπακτῷ κέχρηται τῇ ζωῇ. ἄλλα δὲ παρὰ ταῦτα σώματα οὐκ ἔστι· καὶ οἷς δὲ δοκεῖ εἶναι στοιχεῖα τούτων ἕτερα, σώματα οὐ ψυχαὶ ἐλέχθησαν εἶναι οὐδὲ ζωὴν ἔχοντα. εἰ δὲ μηδενὸς αὐτῶν ζωὴν ἔχοντος 15.22.9 ἡ σύνοδος πεποίηκε ζωήν, ἄτοπον. εἰ δὲ ἕκαστον ζωὴν ἔχει, καὶ ἓν ἀρκεῖ· μᾶλλον δὲ ἀδύνατον συμφόρησιν σωμάτων ζωὴν ἐργάζεσθαι καὶ νοῦν γεννᾶν τὰ ἀνόητα. καὶ δὴ καὶ οὐχ ὁπωσοῦν κραθέντα ταῦτα φήσουσι γενέσθαι. δεῖ ἄρα εἶναι τὸ τάξον καὶ τὸ τῆς κράσεως αἴτιον· ὥστε τοῦτο τάξιν ἂν ἔχοι ψυ15.22.10 χῆς. οὐ γὰρ ὅτι σύνθετον, ἀλλ' οὐδὲ ἁπλοῦν ἂν εἴη σῶμα ἐν τοῖς οὖσιν ἄνευ ψυχῆς οὔσης ἐν τῷ παντί, εἴπερ λόγος προσελθὼν ἐν τῇ ὕλῃ σῶμα ποιεῖ, οὐδαμόθεν δ' ἂν προσέλθοι λόγος ἢ παρὰ ψυχῆς. 15.22.11 Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ