280
ἀτόμους ἢ ἀμερῆ συνελθόντα ψυχὴν ποιεῖν λέγοι, τῇ ἑνώσει καὶ ὁμοιοπαθείᾳ ἐλέγχοιτ' ἂν καὶ τῇ παραθέσει, μὴ δι' ὅλου οὐ γινομένου ἑνὸς οὐδὲ συμπαθοῦς ἐξ ἀπαθῶν καὶ μὴ ἑνοῦσθαι δυναμένων σωμάτων· ψυχὴ δ' ἑαυτῇ συμπαθής· ἐκ δὲ ἀμερῶν σῶμα οὐδὲ μέγεθος ἂν 15.22.12 γένοιτο. καὶ μὴν εἰ ἁπλοῦ ὄντος τοῦ σώματος τὸ μὲν ὅσον ὑλικὸν παρ' αὑτοῦ ζωὴν ἔχειν οὐ φήσουσιν ὕλη γὰρ ἄποιον, τὸ δὲ κατὰ τὸ εἶδος τεταγμένον ἐπιφέρειν τὴν ζωήν· εἰ μὲν οὐσίαν φήσουσι τὸ εἶδος τοῦτο εἶναι, οὐ τὸ συναμφότερον, θάτερον δὲ τούτων ἔσται ἡ ψυχή· ὃ οὐκ ἔσται σῶμα, οὐ γὰρ ἐξ 15.22.13 ὕλης καὶ αὐτό, ἢ πάλιν τὸν αὐτὸν τρόπον ἀναλύσομεν. εἰ δὲ πάθημα τῆς ὕλης, ἀλλ' οὐκ οὐσίαν φήσουσιν εἶναι, ἀφ' οὗ τὸ πάθημα καὶ ἡ ζωὴ εἰς τὴν ὕλην ἐλήλυθε λεκτέον αὐτοῖς. οὐ γὰρ δὴ ἡ ὕλη ἑαυτὴν μορφοῖ οὐδ' ἑαυτῇ ψυχὴν ἐντίθησι. δεῖ ἄρα τι εἶναι τὸ χορηγὸν ζωῆς, εἴτε τῇ ὕλῃ ἡ χορηγία εἴθ' ὁτῳοῦν τῶν σωμάτων, ἔξω ὂν καὶ ἐπέκεινα σωματικῆς φύσεως, ἐπεὶ 15.22.14 οὐδ' ἂν εἴη σῶμα οὐδὲν ψυχικῆς δυνάμεως οὐκ οὔσης. ῥεῖ γὰρ καὶ ἐν φορᾷ αὐτοῦ ἡ φύσις καὶ ἀπόλοιτο ἂν ὡς τάχιστα, εἰ πάντα σώματα εἴη, κἂν εἰ ὄνομα ἑνὶ αὐτῶν ψυχήν τις θεῖτο. τὰ αὐτὰ γὰρ ἂν πάθοι τοῖς ἄλλοις σώμασιν, ὕλης μιᾶς οὔσης αὐτοῖς. μᾶλλον δὲ οὐδ' ἂν γένοιτο, ἀλλὰ στήσεται 15.22.15 ἐν ὕλῃ τὰ πάντα, μὴ ὄντος τοῦ μορφοῦντος αὐτήν. τάχα δ' ἂν οὐδ' ἂν ἡ ὕλη τὸ παράπαν εἴη· λυθήσεται δὲ καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ πιστεύσειε σώματος συνέρξει, διδοὺς αὐτῷ ψυχῆς τάξιν μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκεδαστοτάτῳ καὶ τὸ ἑνὶ εἶναι ἔχοντι οὐ παρ' αὑτοῦ. πῶς γὰρ τεμνομένων τῶν πάντων σωμάτων ᾡτινιοῦν τις ἀνατιθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν 15.22.16 τε καὶ φερόμενον εἰκῇ ποιήσει; τίς γὰρ τάξις ἐν πνεύματι δεομένῳ παρὰ ψυχῆς τάξεως ἢ λόγος ἢ νοῦς; ἀλλὰ ψυχῆς μὲν οὔσης, ὑπουργὰ ταῦτα πάντα αὐτῇ εἰς σύστασιν κόσμου καὶ ζῴου ἑκάστου, ἄλλης παρ' ἄλλου δυνάμεως εἰς τὸ ὅλον συντελούσης, ταύτης δὲ μὴ παρούσης ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει. 15.22.17 Μαρτυροῦσι δὲ καὶ αὐτοὶ ὑπὸ τῆς ἀληθείας ἀγόμενοι ὡς δεῖ τι πρὸ τῶν σωμάτων εἶναι κρεῖττον αὐτῶν ψυχῆς εἶδος, ἔννουν πνεῦμα καὶ πῦρ νοερὸν τιθέμενοι, ὥσπερ ἄνευ πυρὸς ἢ πνεύματος οὐ δυναμένης τῆς κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι, τόπον δὲ ζητούσης εἰς τὸ ἱδρυθῆναι, δέον ζητεῖν ὅπου τὰ σώματα ἱδρύσουσιν, ὡς ἄρα δεῖ ταῦτα ἐν ψυχῆς δυνάμεσιν ἱδρῦσθαι. 15.22.18 εἰ δὲ μηδὲν παρὰ τὸ πνεῦμα τὴν ζωὴν καὶ τὴν ψυχὴν τίθενται, τὸ δὴ πολυθρύλητον αὐτοῖς «πως ἔχον» πῶς ἔχει, εἰς ὃ καταφεύγουσιν, ἀναγκαζόμενοι τίθεσθαι ἄλλην παρὰ τὰ σώματα φύσιν δραστήριον; εἰ οὖν οὐ πᾶν μὲν πνεῦμα ψυχή, ὅτι μυρία πνεύματα ἄψυχα, τὸ δὲ «πως ἔχον» πνεῦμα φήσουσι, τὸ «πως ἔχον» τοῦτο καὶ ταύτην τὴν σχέσιν τῶν ὄντων τι φήσουσιν ἢ 15.22.19 μηδέν. ἀλλ' εἰ μὲν μηδέν, πνεῦμα ἂν εἴη μόνον, τὸ δὲ «πως ἔχον» ὄνομα· καὶ οὕτω συμβήσεται αὐτοῖς οὐδὲ ἄλλο οὐδὲν εἶναι λέγειν ἢ τὴν ὕλην, καὶ ψυχὴν καὶ θεόν, καὶ ὄνομα τὰ πάντα, ἐκεῖνο δὲ μόνον. εἰ δὲ τῶν ὄντων ἡ σχέσις καὶ ἄλλο παρὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην, ἐν ὕλῃ μέν, ἄϋλον δὲ αὐτὸ τῷ μὴ πάλιν αὖ συγκεῖσθαι ἐξ ὕλης, λόγος ἂν εἴη τις καὶ οὐ σῶμα καὶ φύσις 15.22.20 ἑτέρα. ἔτι δὲ καὶ ἐκ τῶνδε οὐχ ἧττον φαίνεται ἀδύνατον ὂν τὴν ψυχὴν εἶναι σῶμα ὁτιοῦν. ἢ γὰρ θερμόν ἐστιν ἢ ψυχρόν, ἢ σκληρὸν ἢ μαλακόν, ὑγρόν τε ἢ πεπηγός, μέλαν τε ἢ λευκόν, καὶ πάντα ὅσα ποιότητες σωμάτων ἄλλαι ἐν ἄλλοις. καὶ εἰ μὲν θερμόν, μόνον θερμανεῖ, ψυχρὸν δὲ μόνον ψύξει, καὶ κοῦφα ποιήσει τὸ κοῦφον προσγενόμενον καὶ παρόν, καὶ βαρυνεῖ τὸ βαρύ, καὶ μελανεῖ τὸ μέ 15.22.21 λαν, καὶ τὸ λευκὸν λευκὸν ποιήσει. οὐ γὰρ πυρὸς τὸ ψύχειν οὐδὲ τοῦ ψυχροῦ θερμὰ ποιεῖν. ἀλλ' ἥ γε ψυχὴ καὶ ἐν ἄλλοις μὲν ζῴοις ἄλλα, τὰ δὲ ἄλλα ποιεῖ, καὶ ἐν τῷ δὲ αὐτῷ τὰ ἐναντία, τὰ μὲν πηγνῦσα, τὰ δὲ χέουσα, καὶ τὰ μὲν πυκνὰ τὰ δὲ ἀραιά, μέλανα λευκά, κοῦφα βαρέα· καίτοι ἓν ἔδει ποιεῖν κατὰ τὴν τοῦ