281
σώματος ποιότητά τε τὴν ἄλλην καὶ χρόαν, νῦν δὲ πολλά. 15.22.22 Τὰς δὲ δὴ κινήσεις πῶς διαφόρους, ἀλλ' οὐ μίαν, μιᾶς οὔσης παντὸς σώματος κινήσεως; εἰ δὲ τῶν μὲν προαιρέσεις, τῶν δὲ λόγους αἰτιάσονται, ὀρθῶς μὲν τοῦτο, ἀλλ' οὐ σώματος ἡ προαίρεσις οὐδὲ οἱ λόγοι διάφοροί γε ὄντες, ἑνὸς ὄντος καὶ ἁπλοῦ τοῦ σώματος καὶ οὐ μετὸν αὐτῷ τοιούτου γε λόγου, ἢ 15.22.23 ὅσος δέδοται αὐτῷ παρὰ τοῦ ποιήσαντος θερμὸν αὐτὸ ἢ ψυχρὸν εἶναι. τὸ δὲ καὶ ἐν χρόνοις αὔξειν καὶ μέχρι τοσούτου μέτρου, πόθεν ἂν τῷ σώματι αὐτῷ γένοιτο; ᾧ προσήκει μὲν αὔξεσθαι, αὐτῷ δὲ ἀμοίρῳ τοῦ αὔξειν εἶναι, ἢ ὅσον παραληφθείη ἂν ἐν ὕλης ὄγκῳ ὑπηρετοῦν τῷ δι' αὐτοῦ τὴν αὔξην ἐργαζομένῳ. καὶ γὰρ εἰ ἡ ψυχὴ σῶμα οὖσα αὔξοι, ἀνάγκη καὶ αὐτὴν αὔξεσθαι, προσθήκῃ δηλονότι ὁμοίου σώματος, εἰ μέλλει εἰς ἴσον ἰέναι τῷ αὐξομένῳ 15.22.24 ὑπ' αὐτῆς. καὶ ἢ ψυχὴ ἔσται τὸ προστιθέμενον ἢ ἄψυχον σῶμα. καὶ εἰ μὲν ψυχή, πόθεν καὶ πῶς εἰσιούσης καὶ πῶς προστιθεμένης; εἰ δὲ ἄψυχον τὸ προστιθέμενον, πῶς τοῦτ' ἐψυχώσεται καὶ τῷ πρόσθεν ὁμογνωμονήσει καὶ ἓν ἔσται καὶ τῶν αὐτῶν δοξῶν τῇ πρώτῃ μεταλήψεται; ἀλλ' οὐχ ὥσπερ ξένη ψυχὴ αὕτη ἐν ἀγνοίᾳ ἔσται, ὧν ἡ ἑτέρα· εἰ δὲ καί, ὥσπερ ὁ ἄλλος ὄγκος ἡμῶν τὸ μέν τι ἀπορρεύσεται αὐτοῦ, τὸ δέ τι προσελεύσεται, οὐδὲν δὲ ἔσται 15.22.25 τὸ αὐτό. πῶς οὖν ἡμῖν αἱ μνῆμαι; πῶς δὲ ἡ γνῶσις οἰκείων, οὐδέποτε τῇ αὐτῇ ψυχῇ χρωμένων; καὶ μὴν εἰ σῶμά ἐστι, φύσις δὲ σώματος μεριζόμενον εἰς πλείω ἕκαστον μὴ τὸ αὐτὸ εἶναι τῶν μερῶν τῷ ὅλῳ, εἰ τοσόνδε μέ γεθος ψυχή, ὃ ἂν ἔλαττον ᾖ ψυχὴ οὐκ ἔσται, ὥσπερ πᾶν ποσὸν ἀφαιρέσει 15.22.26 τοῦ εἶναι τὸ πρόσθεν ἠλλάξατο. εἰ δέ τι τῶν μέγεθος ἐχόντων τὸν ὄγκον ἐλαττωθὲν τῇ ποιότητι ταὐτὸν μένοι, ᾗ μὲν σῶμα, ἕτερόν ἐστι καὶ ᾗ ποσόν, τῇ δὲ ποιότητι ἑτέρᾳ τῆς ποσότητος οὔσῃ τὸ ταὐτὸν ἀποσῴζειν δύναται. 15.22.27 τί τοίνυν φήσουσιν οἱ τὴν ψυχὴν σῶμα εἶναι λέγοντες; πρῶτον μὲν περὶ ἑκάστου μέρους τῆς ψυχῆς τῆς ἐν τῷ αὐτῷ σώματι, πότερον ἕκαστον ψυχή. 15.22.28 οἵα ἐστὶ καὶ ἡ ὅλη; καὶ πάλιν τοῦ μέρους τὸ μέρος; οὐδὲν ἄρα τὸ μέγεθος συνεβάλετο τῇ οὐσίᾳ αὐτῆς· καίτοι ἔδει γε, ποσοῦ τινος ὄντος· καὶ ὅλον πολλαχῇ, ὅπερ σώματι παρεῖναι ἀδύνατον, ἐν πλείοσι τὸ αὐτὸ ὅλον εἶναι καὶ 15.22.29 τὸ μέρος ὅπερ τὸ ὅλον ὑπάρχειν. εἰ δὲ ἕκαστον τῶν μερῶν οὐ ψυχὴν φήσουσιν, ἐξ ἀψύχων ψυχὴ αὐτοῖς ὑπάρξει. καὶ προσέτι, εἰ ψυχῆς ἑκάστης τὸ μέγεθος ὡρισμένον ἔσται ἐφ' ἑκάτερα, ἢ ἐπὶ τὸ ἔλαττόν γε ἢ ἐπὶ τὸ μεῖζον, 15.22.30 ψυχὴ οὐκ ἔσται. ὅταν τοίνυν ἐκ συνόδου μιᾶς καὶ ἑνὸς σπέρματος δίδυμα γένηται γεννήματα ἢ καί, ὥσπερ ἐν τοῖς ἄλλοις ζῴοις, πλεῖστα, τοῦ σπέρματος εἰς πολλοὺς τόπους μεριζομένου, οὗ δὴ ὅλον ἕκαστόν ἐστι, πῶς οὐ διδάσκει τοῦτο τοὺς βουλομένους μανθάνειν, ὡς ὅπου τὸ μέρος ταὐτόν ἐστι τῷ ὅλῳ, τοῦτο ἐν τῇ αὑτοῦ οὐσίᾳ τὸ ποσὸν εἶναι ὑπερβέβηκεν, ἄποσον δὲ αὐτὸ εἶναι δεῖ ἐξ ἀνάγκης; οὕτω γὰρ ἂν μένοι τὸ αὐτό, τοῦ ποσοῦ κλεπτομένου, ἅτε μὴ μέλον αὐτῷ ποσότητος καὶ ὄγκου, ὡς ἂν τῆς οὐσίας αὐτοῦ ἕτερόν τι οὔσης. ἄποσον ἄρα ἡ ψυχὴ καὶ οἱ λόγοι. 15.22.31 Ὅτι δὲ εἰ σῶμα εἴη ἡ ψυχή, οὔτε τὸ αἰσθάνεσθαι οὔτε τὸ νοεῖν οὔτε τὸ ἐπίστασθαι οὔτε ἀρεταὶ οὔτε τι τῶν καλῶν ἔσται, ἐκ τῶνδε δῆλον· εἴ τι μέλλει αἰσθάνεσθαί τινος, ἓν αὐτὸ δεῖ εἶναι καὶ τῷ αὐτῷ παντὸς ἀντιλαμβάνεσθαι, καὶ εἰ διὰ πολλῶν αἰσθητηρίων πλείω τὰ εἰσιόντα εἴη ἢ πολλαὶ περὶ ἓν ποιότητες, 15.22.32 κἂν δι' ἑνὸς ποικίλον, οἷον πρόσωπον. οὐ γὰρ ἄλλο μὲν ῥινός, ἄλλο δὲ ὀφθαλμοῦ, ἀλλὰ ταὐτὸν ὁμοῦ πάντων. καὶ εἰ τὸ μὲν δι' ὀμμάτων, τὸ δὲ δι' ἀκοῆς, ἕν τι δεῖ εἶναι εἰς ὃ ἄμφω· ἢ πῶς ἂν εἴποι ὅτι ἕτερα ταῦτα, μὴ εἰς τὸ αὐτὸ ὁμοῦ τῶν αἰσθημάτων ἐλθόντων; δεῖ τοίνυν τοῦτο ὥσπερ κέντρον εἶναι, γραμμὰς δὲ συμβαλλούσας ἐκ περιφερείας κύκλου τὰς πανταχόθεν αἰσθήσεις πρὸς τοῦτο 15.22.33 περαίνειν, καὶ τοιοῦτον τὸ ἀντιλαμβανόμενον εἶναι ἓν ὄντως. εἰ δὲ διεστὼς τοῦτο