282
γένοιτο καὶ οἷον γραμμῆς ἐπ' ἄμφω τὰ πέρατα αἱ αἰσθήσεις προσβάλοιεν, ἢ συνδραμεῖται εἰς ἓν καὶ τὸ αὐτὸ πάλιν, οἷον τὸ μέσον, ἢ ἄλλο· τὸ δὲ ἄλλο ἑκάτερον ἑκατέρου αἴσθησιν ἕξει, ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἄλλου, σὺ δὲ 15.22.34 ἄλλου αἴσθοιο. καὶ εἰ ἓν εἴη τὸ αἴσθημα, οἷον πρόσωπον, εἰς ἓν συναιρεθήσεται, ὅπερ καὶ φαίνεται· συναιρεῖται γὰρ καὶ ἐν αὐταῖς ταῖς κόραις ἢ πῶς ἂν τὰ μέγιστα δὴ ταύταις ὁρῷτο;, ὥστε ἔτι μᾶλλον εἰς τὸ ἡγεμονοῦν ἰόντα οἷον ἀμερῆ νοήματα γίνεσθαι. καὶ ἔσται ἀμερὲς τοῦτο, ἢ μεγέθει ὄντι τούτῳ συμμερίζοιτο ἄν, ὥστε ἄλλο ἄλλου μέρους μέρος καὶ μηδέν' ἂν ἡμῶν ὅλου 15.22.35 τοῦ αἰσθητοῦ τὴν ἀντίληψιν ἴσχειν. ἀλλὰ γὰρ ἕν ἐστι τὸ πᾶν· πῶς γὰρ ἂν καὶ διαιροῖτο; οὐ γὰρ δὴ τὸ ἴσον τῷ ἴσῳ ἐφαρμόσει, ὅτι οὐκ ἴσον τὸ ἡγεμονοῦν παντὶ αἰσθητῷ. κατὰ πηλίκα οὖν ἡ διαίρεσις; ἢ εἰς τοσαῦτα διαιρε15.22.36 θήσεται, καθ' ὅσον ἂν ἀριθμοῦ ἔχῃ εἰς ποικιλίαν τὸ εἰσιὸν αἴσθημα; καὶ ἕκαστον δὴ ἐκείνων τῶν μερῶν τῆς ψυχῆς ἄρα καὶ τοῖς μορίοις αὐτοῦ αἰσθήσεται, ἢ ἀναίσθητα τὰ μέρη τῶν μορίων ἔσται; ἀλλὰ ἀδύνατον. εἰ δὲ ὁτιοῦν παντὸς αἰσθήσεται, εἰς ἄπειρα διαιρεῖσθαι τοῦ μεγέθους πεφυκότος, ἀπείρους καὶ αἰσθήσεις καθ' ἕκαστον αἰσθητὸν συμβήσεται γίγνεσθαι ἑκάστῳ, 15.22.37 οἷον τοῦ αὐτοῦ ἀπείρους ἐν τῷ ἡγεμονοῦντι ἡμῶν εἰκόνας. καὶ μὴν σώματος ὄντος τοῦ αἰσθανομένου, οὐκ ἂν ἄλλῳ τρόπῳ γένοιτο τὸ αἰσθάνεσθαι ἢ οἷον ἐν κηρῷ ἐνσημανθεῖσαι ἀπὸ δακτυλίων σφραγῖδες, εἴτ' οὖν εἰς αἷμα εἴτ' οὖν εἰς ἀέρα τῶν αἰσθημάτων ἐνσημαινομένων. εἰ μὲν ὡς ἐν σώμασιν ὑγροῖς, ὅπερ 15.22.38 καὶ εὔλογον, ὥσπερ εἰς ὕδωρ, συγχυθήσεται, καὶ οὐκ ἔσται μνήμη· εἰ δ' ἐμμενοῦσιν οἱ τύποι, ἢ οὐκ ἔστιν ἄλλους ἐνσημαίνεσθαι ἐκείνων κατεχόντων, ὥστε ἄλλαι αἰσθήσεις οὐκ ἔσονται, ἢ γιγνομένων ἄλλων ἐκεῖνοι οἱ πρότεροι ἀπολοῦνται, ὥστε οὐδὲν ἔσται τὸ μνημονεύειν. εἰ δὲ ἔστι τὸ μνημονεύειν καὶ ἄλλων αἰσθάνεσθαι ἐπ' ἄλλοις, οὐκ ἐμποδιζόντων τῶν πρόσθεν, ἀδύνατον τὴν ψυχὴν σῶμα εἶναι. 15.22.39 Ἴδοι δ' ἄν τις καὶ ἐκ τῆς τοῦ ἀλγεῖν αἰσθήσεως τὸ αὐτὸ τοῦτο. ὅταν δάκτυλον λέγηται ἀλγεῖν ἄνθρωπος, ἡ μὲν ὀδύνη περὶ τὸν δάκτυλον δήπουθεν, ἡ δ' αἴσθησις τοῦ ἀλγεῖν δῆλον ὅτι ὁμολογήσουσι περὶ τὸ ἡγεμονοῦν γίγνεσθαι. ἄλλου δὴ ὄντος τοῦ πονοῦντος μέρους, τοῦ πνεύματος τὸ ἡγε15.22.40 μονοῦν αἰσθάνεται, καὶ ὅλη ἡ ψυχὴ τὸ αὐτὸ πάσχει. πῶς οὖν τοῦτο συμβαίνει; διαδόσει, φήσουσι, παθόντος μὲν πρώτως τοῦ περὶ τὸν δάκτυλον ψυχικοῦ πνεύματος, μεταδόντος δὲ τῷ ἐφεξῆς καὶ τούτου ἄλλῳ, ἕως πρὸς τὸ ἡγε15.22.41 μονοῦν ἀφίκοιτο. ἀνάγκη τοίνυν εἰ τὸ πρῶτον πόνου ᾔσθετο, ἄλλην τὴν αἴσθησιν τοῦ δευτέρου εἶναι καὶ εἰ κατὰ διάδοσιν ἡ αἴσθησις, καὶ τοῦ τρίτου γε ἄλλην καὶ πολλὰς αἰσθήσεις καὶ ἀπείρους τὴν περὶ ἑνὸς ἀλγήματος γίγνεσθαι, καὶ τούτων ἁπασῶν ὕστερον τὸ ἡγεμονοῦν αἰσθέσθαι καὶ τῆς ἑαυτοῦ 15.22.42 παρὰ ταύτας. τὸ δὲ ἀληθές, ἑκάστην ἐκείνων μὴ τοῦ ἐν τῷ δακτύλῳ ἀλγή15.22.42 ματος, ἀλλὰ τὴν μὲν ἐφεξῆς τῷ δακτύλῳ, ὅτι ὁ ταρσὸς ἀλγεῖ, τὴν δὲ τρίτην, ὅτι ἄλλο τὸ πρὸς τὸ ἄνωθεν, καὶ πολλὰς εἶναι ἀλγηδόνας· τό τε ἡγεμονοῦν μὴ τοῦ πρὸς τῷ δακτύλῳ ἀλγήματος αἰσθάνεσθαι, ἀλλὰ τοῦ πρὸς αὑτῷ καὶ τοῦτο γινώσκειν μόνον, τὰ δ' ἄλλα χαίρειν ἐᾶν, μὴ ἐπιστάμενον ὅτι ἀλγεῖ 15.22.43 ὁ δάκτυλος. εἰ τοίνυν κατὰ διάδοσιν τὴν αἴσθησιν οὐχ οἷόν τε τοῦ τοιούτου γίνεσθαι μηδὲ σώματος, ὄγκου ὄντος, ἄλλου παθόντος ἄλλου γνῶσιν εἶναι παντὸς γὰρ μεγέθους τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο ἐστί, δεῖ τοιοῦτον τίθεσθαι τὸ αἰσθανόμενον, οἷον πανταχοῦ αὐτὸ ἑαυτῷ τὸ αὐτὸ εἶναι. τοῦτο δὲ ἄλλῳ τινὶ τῶν ὄντων ἢ σώματι ποιεῖν προσήκει. 15.22.44 Ὅτι δὲ οὐδὲ νοεῖν οἷόν τε, εἰ σῶμα ἡ ψυχὴ ὁτιοῦν εἴη, δεικτέον ἐκ τῶνδε· εἰ γὰρ τὸ αἰσθάνεσθαί ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὐκ ἂν εἴη καὶ τὸ νοεῖν τὸ διὰ σώματος καταλαμβά15.22.45 νειν, ἢ ταὐτὸν ἔσται τῷ αἰσθάνεσθαι. εἰ οὖν τὸ νοεῖν ἐστι τὸ ἄνευ