284
φασιν οὖσαν, διάφορα δὲ ποιεῖν ποιότητας προσβαλοῦσαν, πῶς οὐ δῆλον ποιεῖ τὰ προσγενόμενα λόγους αὐτοὺς καὶ ἀσωμάτους εἶναι; μὴ διότι πνεύματος ἢ αἵματος ἀποστάντων ἀποθνήσκει τὰ ζῷα, λεγόντων. οὐ γὰρ ἔστιν ἄνευ τούτων εἶναι οὐδ' ἄνευ πολλῶν ἄλλων, ὧν οὐδὲν ἂν ἡ ψυχὴ εἴη. καὶ μὴν οὔτε πνεῦμα διὰ πάντων οὔτε αἷμα, ψυχὴ δέ. 15.22.57 Ἔτι εἰ σῶμα οὖσα ἡ ψυχὴ διῆλθε διὰ παντός, κἂν κραθεῖσα εἴη ὃν τρόπον τοῖς ἄλλοις σώμασιν ἡ κρᾶσις. εἰ δὲ ἡ τῶν σωμάτων κρᾶσις οὐδὲν ἐνεργείᾳ ἐᾷ εἶναι τῶν κραθέντων, οὐδ' ἂν ἡ ψυχὴ ἔτι ἐνεργείᾳ ἐνείη τοῖς σώμασιν, ἀλλὰ δυνάμει μόνον, ἀπολέσασα τὸ εἶναι ψυχή, ὥσπερ, εἰ γλυκὺ καὶ 15.22.58 πικρὸν κραθείη, τὸ γλυκὺ οὐκ ἔστιν· οὐκ ἄρα ἔχομεν ψυχήν. τὸ δὲ δὴ σῶμα ὂν σώματι κεκρᾶσθαι ὅλον δι' ὅλων, ὡς ὅπου ἂν ᾖ θάτερον, καὶ θάτερον εἶναι, ἴσον ὄγκον ἀμφοτέρων καὶ τὸ πᾶν κατεχόντων, καὶ μηδεμίαν αὔξην γεγονέναι ἐπεμβληθέντος τοῦ ἑτέρου οὐδὲν ἀπολείψει ὃ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη παραλλὰξ ἡ κρᾶσις οὕτω γάρ φασι παράθεσιν ἔσεσθαι, διεληλυθὸς δὲ διὰ παντός, τὸ ἐπεμβληθὲν ἐπὶ σμικρότερον ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι, ἀλλ' οὖν διεληλυθὸς πᾶν τέμοι κατὰ πᾶν. 15.22.59 ἀνάγκη τοίνυν, εἰ καθ' ὁτιοῦν σημεῖον καὶ μὴ μεταξὺ σῶμα ἔσται ὃ μὴ τέτμηται, εἰς σημεῖα τὴν διαίρεσιν τοῦ σώματος γεγονέναι, ὅπερ ἀδύνατον. εἰ δὲ ἀπείρου τῆς τομῆς οὔσης ὃ γὰρ ἂν λάβῃς σῶμα διαίρετόν ἐστιν, οὐ δυνάμει μόνον, ἐνεργείᾳ δὲ τὰ ἄπειρα ἔσται. οὐ τοίνυν ὅλον δι' ὅλου χωρεῖν δυνατὸν τὸ σῶμα, ἡ δὲ ψυχὴ δι' ὅλων· ἀσώματος ἄρα. 15.22.60 Τὸ δὲ καὶ φύσιν μὲν προτέραν τὸ αὐτὸ πνεῦμα λέγειν, ἐν δὲ ψυχρῷ γενομένην καὶ στομωθεῖσαν ψυχὴν γίγνεσθαι, λεπτοτέραν ἐν ψυχρῷ γιγνομένην ὃ δὴ καὶ αὐτὸ ἄτοπον· πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν· ἀλλ' οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας 15.22.61 τὰς ἔξω γιγνομένην. συμβαίνει οὖν αὐτοῖς τὸ χεῖρον πρῶτον ποιεῖν καὶ πρὸ τούτου ἄλλο ἔλαττον, ἣν λέγουσιν ἕξιν. ὁ δὲ νοῦς ὕστατος, ἀπὸ τῆς ψυχῆς δηλονότι γενόμενος, ἢ εἰ πρὸ πάντων νοῦς, ἐφεξῆς ἔδει ψυχὴν ποιεῖν, εἶτα 15.22.62 φύσιν· καὶ αἰεὶ τὸ ὕστερον χεῖρον, εἴπερ πέφυκεν. εἰ οὖν καὶ ὁ θεὸς αὐτοῖς 15.22.62 κατὰ τὸν νοῦν ὕστερος καὶ γενητὸς καὶ ἐπακτὸν τὸ νοεῖν ἔχων, ἐνδέχοιτο ἂν μηδὲ ψυχὴν μηδὲ νοῦν μηδὲ θεὸν εἶναι· εἰ τὸ δυνάμει, μὴ ὄντος πρότερον τοῦ ἐνεργείᾳ καὶ νοῦ, γένοιτο, οὐδὲ ἥξει εἰς ἐνέργειαν. τί γὰρ ἔσται τὸ ἄγον, μὴ ὄντος ἑτέρου παρ' αὐτὸ προτέρου; εἰ δ' αὑτὸ ἄξει εἰς ἐνέργειαν, ὅπερ ἄτοπον, ἀλλὰ 15.22.63 βλέπον γε πρός τι ἄξει, ὃ οὐ δυνάμει, ἐνεργείᾳ δὲ ἔσται. καίτοι τὸ ἀεὶ μένειν τὸ αὐτὸ εἴπερ τὸ δυνάμει ἕξει, καθ' ἑαυτὸ εἰς ἐνέργειαν ἥξει, καὶ τοῦτο κρεῖττον ἔσται τοῦ δυναμένου, οἷον ὀρεκτὸν ὂν ἐκείνου. πρότερον ἄρα τὸ κρεῖττον καὶ ἑτέραν φύσιν ἔχον σώματος καὶ ἐνεργείᾳ ὂν ἀεί· πρότερον ἄρα καὶ νοῦς καὶ ψυχὴ φύσεως. οὐκ ἄρα οὕτως ψυχὴ ὡς πνεῦμα οὐδ' ὡς σῶμα. ἀλλ' ὅτι μὲν μὴ σῶμα, λέγοιτ' ἄν, καὶ εἴρηται καὶ ἄλλοις ἕτερα, ἱκανὰ δὲ καὶ ταῦτα. 15.22.64 Ἐπεὶ δὲ ἄλλης φύσεως, δεῖ ζητεῖν τίς αὕτη. ἆρ' οὖν ἕτερον μὲν σώματος, σώματος δέ τι, οἷον ἁρμονία; τοῦτο γὰρ ἁρμονίαν τῶν ἀμφὶ Πυθαγόραν λεγόντων ἕτερον τρόπον, ᾠήθησαν αὐτὸ τοιοῦτόν τι εἶναι οἷον καὶ ἡ περὶ χορδὰς 15.22.65 ἁρμονία. ὡς γὰρ ἐνταῦθα ἐντεταμένων τῶν χορδῶν ἐπιγίνεταί τι οἷον πάθημα ἐπ' αὐταῖς, ὃ λέγεται ἁρμονία, τὸν αὐτὸν τρόπον καὶ τοῦ ἡμετέρου σώματος, ἐν κράσει ἀνομοίων γινομένου, τὴν ποιὰν κρᾶσιν ζωήν τε ἐργάζεσθαι καὶ ψυχήν, οὖσαν τὸ ἐπὶ τῇ κράσει πάθημα. ὅτι δὲ ἀδύνατον, πολλὰ 15.22.66 ἤδη πρὸς ταύτην τὴν δόξαν εἴρηται. καὶ γὰρ ὅτι τὸ μὲν πρότερον, ἡ ψυχή, ἡ δ' ἁρμονία ὕστερον, καὶ ὡς τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ τῷ σώματι καὶ μάχεται πολλαχῇ, ἁρμονία δὲ οὐκ ἂν οὖσα ταῦτα ποιοῖ· καὶ ὡς τὸ μὲν οὐσία, ἡ δὲ ἁρμονία οὐκ οὐσία· καὶ ὅτι ἡ κρᾶσις τῶν σωμάτων, ἐξ ὧν συνέσταμεν, ἐν λόγῳ οὖσα, ὑγεία ἂν εἴη·