285
καὶ ὅτι καθ' ἕκαστον μέρος ἄλλως κραθὲν εἴη ἂν ψυχὴ ἑτέρα, ὥστε πολλὰς εἶναι· καὶ τὸ δὴ μέγιστον, ὡς ἀνάγκη πρὸ τῆς ψυχῆς ταύτης ἄλλην ψυχὴν εἶναι τὴν ποιοῦσαν τὴν ἁρμονίαν ταύτην, οἷον ἐπὶ τῶν ὀργάνων τὸν μουσικὸν τὸν ἐντιθέντα ταῖς χορδαῖς τὴν ἁρμονίαν, λόγον 15.22.67 ἔχοντα παρ' αὑτῷ, καθ' ὃν ἁρμόσει. οὔτε γὰρ ἐκεῖ αἱ χορδαὶ παρ' αὑτῶν οὔτ' ἐνταῦθα τὰ σώματα ἑαυτὰ εἰς ἁρμονίαν ἄγειν δυνήσεται. ὅλως δὲ καὶ οὗτοι ἐξ ἀψύχου ἔμψυχα ποιοῦσι καὶ τὰ ἐξ ἀτάκτων κατὰ συντυχίαν τεταγμένα καὶ τὴν τάξιν οὐκ ἐκ τῆς ψυχῆς, ἀλλ' αὐτὴν ἐκ τῆς αὐτομάτου τάξεως τὴν ὑπόστασιν εἰληφέναι. τοῦτο δὲ οὔτε ἐν τοῖς κατὰ μέρος οὔτε ἐν τοῖς ἄλλοις δυνατὸν γενέσθαι. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία.» 15.22.68 Ταῦτα μὲν ἀπὸ τῶν Πλωτίνου πρὸς τὴν τῶν Στωϊκῶν περὶ ψυχῆς δόξαν, σωματικὴν φασκόντων αὐτὴν εἶναι. ἀλλ' ἐπεὶ αὐτάρκως τά τε πρὸς Ἀριστοτέλην καὶ τὸν Περίπατον τά τε πρὸς τὴν τῶν Στωϊκῶν αἵρεσιν, ὡς ἐν ἐπιτομῇ, παρατέθειμαι, ὥρα πάλιν ἐπανελθόντα τῶν γενναίων φιλοσόφων ὁμοῦ πάντων τὰς θαυμαστὰς ἐπισκέψασθαι φυσιολογίας, ὅτε μάλιστα κοινῶς πάντες Ἕλληνες θεοὺς ὁρατοὺς ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας τά τε ἄλλα μέρη τοῦ κόσμου ἡγήσαντό τε καὶ ἐσέφθησαν, καὶ τάς γε μυθικὰς καὶ ληρώδεις αὐτῶν περὶ τῆς πολυθέου πλάνης διηγήσεις σεμνοτέραις δὴ καὶ φυσικαῖς ἀποδόσεσιν ἐπὶ τὰ στοιχεῖα καὶ τὰ τοῦ παντὸς κόσμου 15.22.69 μόρια μετενηνόχασι. διό μοι ἀναγκαῖον εἶναι δοκεῖ καὶ τὰς περὶ τῶνδε δόξας ὁμοῦ συναγαγεῖν τάς τε διαστάσεις αὐτῶν καὶ τοῦ τύφου τὸ μάταιον ἐπιθεωρῆσαι. θήσω δὲ καὶ ταῦτα ἀπὸ τῆς Πλουτάρχου γραφῆς, ἐν ᾗ τὰς περὶ τούτων ἁπάντων ὁμοῦ τῶν τε πρεσβυτέρων καὶ νέων δόξας συναγαγὼν τοῦτον γράφει τὸν τρόπον· 15.23.1 κγʹ. ΠΕΡΙ ΗΛΙΟΥ «Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείῳ τροχῷ τὴν ἁψῖδα παραπλήσιον ἔχοντα, κοῖλον, πλήρη πυρός, κατά τι μέρος ἐκφαίνοντα διὰ στομίου τὸ πῦρ, ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτο εἶναι τὸν ἥλιον. 15.23.2 Ξενοφάνης ἐκ πυριδίων τῶν φαινομένων συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως, συναθροιζόντων δὲ τὸν ἥλιον ἐκ νεφῶν πεπυρωμένων. 15.23.3 Οἱ Στωϊκοὶ ἄναμμα νοερὸν ἐκ θαλάσσης. 15.23.4 Πλάτων πλείστου πυρός. 15.23.5 Ἀναξαγόρας, ∆ημόκριτος, Μητρόδωρος μύδρον ἢ πέτρον διάπυρον. 15.23.6 Ἀριστοτέλης σφαῖραν ἐκ τοῦ πέμπτου σώματος. 15.23.7 Φιλόλαος ὁ Πυθαγόρειος δίσκον ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς· ὥστε προσεοικέναι ἡλίου τὸ ἐν οὐρανῷ πυρῶδες τῇ ἀπὸ τοῦ ἐνόπτρου κατὰ ἀνάκλασιν διασπειρομένῃ πρὸς ἡμᾶς αὐγῇ· καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον, οἱονεὶ εἴδωλον εἰδώλου. 15.23.8 Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον πῦρ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου πεπληρωκὸς τὸ ἡμισφαίριον ἀεὶ καταντικρὺ τῆς ἀνταυγείας ἑαυτοῦ, τὸν δὲ φαινόμενον ἀνταύγειαν εἶναι ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τῷ τοῦ ἀέρος τοῦ θερμοειδοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς γῆς κατ' ἔμφασιν γιγνόμενον ἥλιον. ὡς δὲ διὰ βραχέος εἰρῆσθαι συντεμόντα, πῦρ εἶναι τὸν ἥλιον. 15.23.9 Ἐπίκουρος γήινον πύκνωμα κισσηροειδὲς καὶ σπογγοειδὲς ταῖς κατατρήσεσιν, ὑπὸ τοῦ πυρὸς ἀνημμένον.
15.24.1 κδʹ. ΠΕΡΙ ΜΕΓΕΘΟΥΣ ΗΛΙΟΥ Ἀναξίμανδρος τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ, τὸν δὲ κύκλον ἀφ' οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ὑφ' οὗ φέρεται, ἑπτακαιεικοσαπλασίω τῆς γῆς. 15.24.2 Ἀναξαγόρας πολλαπλάσιον Πελοποννήσου. 15.24.3 Ἡράκλειτος εὖρος ποδὸς ἀνθρωπείου. 15.24.4 Ἐπίκουρος τηλικοῦτον ἡλίκος καὶ ὁποῖος φαίνεται, ἢ μικρῷ τι μείζω ἢ ἐλάττω.