286
15.25.1 κεʹ. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΗΛΙΟΥ Ἀναξιμένης πλατὺν ὡς πέταλον. 15.25.2 Ἡράκλειτος σκαφοειδῆ, ὑπόκυρτον. 15.25.3 Οἱ Στωϊκοὶ σφαιροειδῆ ὡς τὸν κόσμον καὶ τὰ ἄστρα. 15.25.4 Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα.» Τοιοῦτος μὲν αὐτοῖς ὁ μέγας τῶν κατ' οὐρανὸν φαινομένων θεὸς ἥλιος. Μωσῆς δὲ καὶ τὰ Ἑβραίων λόγια οὐδὲν τούτων περιεργάζονται.
15.26.1 κʹ. ΠΕΡΙ ΣΕΛΗΝΗΣ «Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα τῆς γῆς, ὡς ἐπὶ τοῦ ἡλίου πλήρη πυρός, ἐκλείπειν δὲ κατὰ τὰς ἐπιστροφὰς τοῦ τροχοῦ· ὅμοιον δὲ εἶναι ἁρματείῳ τροχῷ κοίλην ἔχοντι τὴν ἁψῖδα καὶ πυρὸς πλήρη, ἔχοντα μίαν ἐκπνοήν. 15.26.2 Ξενοφάνης νέφος εἶναι πεπιλημένον. 15.26.3 Οἱ Στωϊκοὶ μικτὸν ἐκ πυρὸς καὶ ἀέρος. 15.26.4 Πλάτων ἐκ πλείονος τοῦ γεώδους. 15.26.5 Ἀναξαγόρας, ∆ημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας. 15.26.6 Ἡράκλειτος γῆν ὁμίχλῃ περιεχομένην. 15.26.7 Πυθαγόρας κατὰ τὸ πυροειδὲς σχῆμα.
15.27.1 κζʹ. ΠΕΡΙ ΜΕΓΕΘΟΥΣ ΣΕΛΗΝΗΣ
Οἱ Στωϊκοὶ μείζονα τῆς γῆς ἀποφαίνονται, ὡς καὶ τὸν ἥλιον. 15.27.2 Παρμενίδης ἴσον τῷ ἡλίῳ· καὶ γὰρ ἀπ' αὐτοῦ φωτίζεσθαι.
15.28.1 κηʹ. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΣΕΛΗΝΗΣ
Οἱ Στωϊκοὶ σφαιροειδῆ εἶναι ὡς τὸν ἥλιον. Ἡράκλειτος σκαφοειδῆ. Ἐμπεδοκλῆς δισκοειδῆ. ἄλλοι κυλινδροειδῆ.
κθʹ. ΠΕΡΙ ΦΩΤΙΣΜΩΝ ΣΕΛΗΝΗΣ
Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως. 15.29.2 Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην· τὸ δ' ὑποκρυπτόμενον περὶ αὐτὴν ἀπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν· ὃ δὴ συμβαίνει καὶ περὶ τὰ ἄλλα ἄστρα. 15.29.3 Θαλῆς καὶ οἱ ἀπ' αὐτοῦ ἀπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην. 15.29.4 Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην· σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας, δεχομένους τὰ ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως φωτίζεσθαι πρὸς τὴν φαντασίαν· λαμπρότερον μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολερῷ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι.
15.30.1 λʹ. ΤΙΣ Η ΟΥΣΙΑ ΤΩΝ ΑΣΤΡΩΝ ΠΛΑΝΗΤΩΝ ΚΑΙ ΑΠΛΑΝΩΝ
Θαλῆς γεώδη μέν, ἔμπυρα δὲ τὰ ἄστρα. 15.30.2 Ἐμπεδοκλῆς πύρινα, ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν.