287
15.30.3 Ἀναξαγόρας τὸν περικείμενον ἀέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐσίαν, τῇ δ' εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἀπὸ τῆς γῆς καὶ καταφλέξαντα, τούτους ἠστερικέναι. 15.30.4 ∆ιογένης κισσηρώδη τὰ ἄστρα, διαπνοίας δ' αὐτὰ νομίζει τοῦ κόσμου. πάλιν ὁ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτοντας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέννυσθαι, καθάπερ τὸν ἐν Αἰγὸς Ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα πέτρινον. 15.30.5 Ἐμπεδοκλῆς τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλάνους ὄντας ἀνεῖσθαι. 15.30.6 Πλάτων ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων, κόλλης δίκην. 15.30.7 Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων, σβεννυμένους δὲ καθ' ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ, καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις. 15.30.8 Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, περιέχοντα αἰθέρα ἐν τῷ ἀπείρῳ. ταῦτα τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς ἐμφέρεται κοσμοποιοῦσιν ἕκαστον τῶν ἀστέρων. 15.30.9 Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου.
15.31.1 λαʹ. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΑΣΤΕΡΩΝ
Οἱ Στωϊκοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἥλιον. 15.31.2 Ἀναξιμένης ἥλων δίκην καταπεπηγμένους τῷ κρυσταλλοειδεῖ. ἔνιοι δὲ πέταλα πύρινα εἶναι, ὥσπερ ζωγραφήματα.» Τοιαῦτα τοῖς θαυμαστοῖς φιλοσόφοις τὰ περὶ ὧν φασι φαινομένων θεῶν ἐξευρέματα. οἷα δὲ καὶ περὶ τοῦ παντὸς διειλήφασιν, ἐκ τῆς αὐτῆς μάνθανε τοῦ Πλουτάρχου φωνῆς·
15.32.1 λβʹ. ΠΩΣ ΣΥΝΕΣΤΗΚΕΝ Ο ΚΟΣΜΟΣ
«Ὁ τοίνυν κόσμος περικεκλασμένῳ σχήματι ἐσχημάτισται τὸν τρόπον τοῦτον· τῶν ἀτόμων σωμάτων ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν συνεχῶς τε καὶ τάχιστα κινουμένων, εἰς ταὐτὸ πολλὰ σώματα συνηθροίσθη, 15.32.2 καὶ διὰ τοῦτο ποικιλίαν ἔχοντα καὶ σχημάτων καὶ μεγεθῶν. ἀθροιζομένων δὲ ἐν ταὐτῷ τούτων τὰ μὲν ὅσα μείζονα ἦν καὶ βαρύτατα πάντων ὑπεκάθιζεν, ὅσα δὲ μικρὰ καὶ περιφερῆ καὶ λεῖα καὶ εὐολίσθητα, ταῦτα ἐξεθλί15.32.3 βετο κατὰ τὴν σύνοδον τῶν σωμάτων, εἰς δὲ τὸ μετέωρον ἀνεφέρετο. ὡς οὖν ἐξέλιπεν ἡ πληκτικὴ δύναμις μετεωρίζουσα, οὐκέτι δὲ ἦγεν ἡ πληγὴ πρὸς τὸ μετέωρον, ἐκωλύετο δὲ ταῦτα κάτω φέρεσθαι, ἐβιάζετο δὲ πρὸς τοὺς 15.32.4 τόπους τοὺς δυναμένους δέξασθαι. οὗτοι δὲ ἦσαν οἱ πέριξ. καὶ πρὸς τούτοις τὸ πλῆθος τῶν σωμάτων περιεκλᾶτο· περιπλεκόμενα δὲ ἀλλήλοις κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησε. τῆς δ' αὐτῆς ἐχόμεναι φύσεως αἱ ἄτομοι, ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι τὴν τῶν ἄστρων 15.32.5 φύσιν ἀπετέλουν. τὸ δὲ πλῆθος τῶν ἀναθυμιωμένων σωμάτων ἔπληττε τὸν ἀέρα καὶ τοῦτον ἐξέθλιβε. πνευματούμενος δὲ οὗτος κατὰ τὴν κίνησιν καὶ περιλαμβάνων τὰ ἄστρα συμπεριῆγεν αὐτὰ καὶ τὴν συμπεριφορὰν αὐτῶν μετέωρον ἐφύλαττε. κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγεννήθη ἡ γῆ, ἐκ δὲ τῶν 15.32.6 μετεωριζομένων οὐρανός, πῦρ, ἀήρ. πολλῆς δὲ ὕλης ἔτι περιειλημμένης ἐν τῇ γῇ, πυκνουμένης δὲ ταύτης κατὰ τὰς ἀπὸ τῶν σωμάτων πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὐγάς, προσεθλίβετο πᾶς ὁ μικρομερὴς σχηματισμὸς 15.32.7 ταύτης καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα. ῥευστικῶς δ' αὕτη διακειμένη κατεφέρετο πρὸς τοὺς κοίλους τόπους καὶ δυναμένους χωρῆσαί τε καὶ στέξαι· ἢ καθ'