288
ἑαυτὸ τὸ ὕδωρ ὑποστὰν ἐκοίλανε τοὺς ὑποκειμένους τόπους.» 15.32.8 Τοιαύτη καὶ ἡ θαυμάσιος αὐτῶν κοσμογονία. συνῆπται δὲ τούτοις ἄλλη τις πλείστη λογομαχία, παντοίων πέρι προτάσεων ἀπορησάντων· εἰ χρὴ τὸ πᾶν ἓν ἢ πολλὰ ἡγεῖσθαι καὶ εἰ ἕνα τὸν κόσμον ἢ πλείους· καὶ εἴτε ἔμψυχος οὗτος καὶ προνοίᾳ τυγχάνει θεοῦ διοικούμενος εἴτε καὶ τἀναντία· καὶ εἰ ἄφθαρτος ἢ φθαρτός· καὶ πόθεν τρέφεται· καὶ ἀπὸ ποίου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν· περί τε τῆς τάξεως τοῦ κόσμου· καὶ τίς ἡ αἰτία τοῦ αὐτὸν ἐγκλιθῆναι· περί τε τοῦ ἐκτὸς τῆς τοῦ κόσμου περιφερείας· καὶ τίνα τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ τοῦ κόσμου· περί τε οὐρανοῦ· καὶ πρὸς ἅπασι τούτοις περὶ δαιμόνων καὶ ἡρώων· περί τε ὕλης καὶ περὶ ἰδεῶν· καὶ περὶ τῆς τοῦ παντὸς τάξεως· ἔτι μὴν περὶ τῆς τῶν ἄστρων φορᾶς τε καὶ κινήσεως· καὶ πρὸς τούτοις ὁπόθεν φωτίζονται οἱ ἀστέρες· καὶ περὶ τῶν καλουμένων ∆ιοσκούρων· περί τε ἐκλείψεως ἡλίου καὶ σελήνης· καὶ περὶ ἐμφάσεως αὐτῆς καὶ διὰ τί γεώδης φαίνεται· καὶ περὶ τῶν ἀποστημάτων αὐτῆς· καὶ ἔτι περὶ ἐνιαυτῶν. 15.32.9 ταῦτα δὲ πάντα διὰ μυρίων τοῖς περὶ ὧν ὁ λόγος κατεσκευασμένα ἐπειδὴ τεμὼν ὁ Πλούταρχος ἐν ὀλίγοις συνεῖλεν, ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν τὰς ἁπάντων ἀποφάσεις καὶ τὰς διαφωνίας αὐτῶν, ἡγοῦμαι καὶ ἡμῖν οὐκ ἄχρηστα γενήσεσθαι παρατεθέντα εἰς τὴν εὔλογον αὐτῶν παραίτησιν. ὅτε γὰρ αὐτοὶ πρὸς σφᾶς αὐτοὺς ἐναντίοι κατὰ διάμετρον ἔστησαν μάχας τε καὶ πολέμους, πλέον δὲ οὐδὲν καθ' ἑαυτῶν ἐξῆψαν, τὰ τοῦ πέλας ἕκαστοι φιλοτιμίᾳ λόγων ἀπελέγξαντες, πῶς οὐκ ἂν εἰκότως ἡμῖν ἀσφαλῆ τὴν περὶ τούτων ἐποχὴν 15.32.10 γεγονέναι πᾶς ὁστισοῦν ὁμολογήσειε; θήσω δὲ ἑξῆς τοῖς εἰρημένοις ὅσα καὶ περὶ τῶν προσγειοτέρων ἐπηπόρησαν, περὶ γῆς σχήματος καὶ περὶ θέσεως καὶ ἐγκλίσεως αὐτῆς καὶ ἔτι περὶ θαλάσσης, ὡς ἂν εἰδείης ὅτι μὴ περὶ μόνων τῶν μετεώρων καὶ μεταρσίων οἱ γενναῖοι διέστησαν, ἀλλ' ὅτι καὶ ἐν τοῖς περιγείοις διαπεφωνήκασιν. ἵνα δὲ τῶν σοφῶν ἔτι τὴν σοφίαν ἀποθαυμάσῃς, προσθήσω καὶ ὅσα περὶ ψυχῆς καὶ τοῦ ἐν αὑτοῖς ἡγεμονικοῦ διεμαχέσαντο, οὐδὲ σφᾶς αὐτοὺς ἐπιγνῶναι οἵας εἶεν φύσεως δεδυνημένοι. ἀλλὰ γὰρ ἀνίωμεν ἐπὶ τὰ πρῶτα τῶν εἰρημένων.
15.33.1 λγʹ. ΕΙ ΕΝ ΤΟ ΠΑΝ
«Οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὰ σωματικά. 15.33.2 Ἐμπεδοκλῆς δὲ κόσμον μὲν ἕνα, οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον, ἀλλ' ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην. 15.33.3 Πλάτων δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς ὁ κόσμος καὶ ἓν τὸ πᾶν, ἐκ τριῶν· ἐκ τοῦ μὴ ἔσεσθαι τέλειον, ἐὰν μὴ πάντα ἐμπεριέχῃ· ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς ᾖ· ἐκ τοῦ μὴ ἔσεσθαι ἄφθαρτον, 15.33.4 ἐάν τι ἐξωτέρω αὐτοῦ ᾖ. πρὸς δὲ τὸν Πλάτωνα λεκτέον ὅτι οὐ τέλειος ὁ κόσμος, οὐδὲ γὰρ τὰ πάντα περιέχει, καὶ πολλὰ παραδείγματά ἐστιν ὥσπερ ἐπ' ἀνδριάντων καὶ οἰκιῶν καὶ ζωγραφιῶν· πῶς δὲ εἶπεν· «Ἔξωθέν τι αὐτοῦ οὐκ ἔστι, περιδινεῖσθαι γὰρ οὐκ ἐδύνατο»; ἄφθαρτος δὲ οὐκ ἔστιν οὐδὲ δύναται εἶναι, γενητὸς ὤν. 15.33.5 Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γεννηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ. ὅτι δὲ ἄπειρος κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι. εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος, τὰ δὲ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι. ὅπου γὰρ τὰ πάντα αἴτια, ἐκεῖ καὶ ἀποτελέσματα. αἴτια δὲ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα.
15.34.1 λδʹ. ΕΙ ΕΜΨΥΧΟΣ Ο ΚΟΣΜΟΣ ΚΑΙ ΠΡΟΝΟΙΑΙ ∆ΙΟΙΚΟΥΜΕΝΟΣ