289
∆ημόκριτος καὶ Ἐπίκουρος καὶ ὅσοι τὰ ἄτομα εἰσηγοῦνται καὶ τὸ κενόν, οὔτ' ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι, φύσει δέ τινι ἀλόγῳ. 15.34.2 Ἀριστοτέλης οὔτ' ἔμψυχον ὅλον δι' ὅλων οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον. τὰ μὲν γὰρ οὐράνια τούτων πάντων κοινωνεῖν-σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς- τὰ δὲ περίγεια μηδενὸς αὐτῶν· τῆς δὲ εὐταξίας κατὰ συμβεβηκός, οὐ προηγουμένως μετέχειν. 15.35.1 λεʹ. ΕΙ ΑΦΘΑΡΤΟΣ Ο ΚΟΣΜΟΣ Πυθαγόρας καὶ Πλάτων καὶ οἱ Στωϊκοὶ καὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον καὶ φθαρτὸν μέν, ὅσον ἐπὶ τῇ φύσει-αἰσθητὸν γὰρ εἶναι, διότι σωματικόν-οὐ μὴν φθαρησόμενόν γε, προνοίᾳ καὶ συνοχῇ θεοῦ. 15.35.2 Ἐπίκουρος φθαρτόν, ὅτι γενητόν, ὡς ζῷον, ὡς φυτόν. 15.35.3 Ξενοφάνης ἀγένητον καὶ ἀΐδιον καὶ ἄφθαρτον τὸν κόσμον. 15.35.4 Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην τοῦ κόσμου μέρος παθητόν, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται.
15.36.1 λʹ. ΠΟΘΕΝ ΤΡΕΦΕΤΑΙ Ο ΚΟΣΜΟΣ Ἀριστοτέλης, εἰ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς ἐπιδέεται τροφῆς· διὰ τοῦτο καὶ ἀΐδιος. 15.36.2 Πλάτων αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι. 15.36.3 Φιλόλαος διττὴν εἶναι τὴν φθοράν, τοτὲ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τοτὲ δὲ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου.
15.37.1 λζʹ. ΑΠΟ ΠΟΙΟΥ ΠΡΩΤΟΥ ΗΡΞΑΤΟ Ο ΘΕΟΣ ΚΟΣΜΟΠΟΙΕΙΝ Οἱ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαι τὴν γένεσιν τοῦ κόσμου, καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον. 15.37.2 Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου. 15.37.3 Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναι, δεύτερον δὲ τὸ πῦρ, ἐφ' ᾧ τὴν γῆν, ἐξ ἧς ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς σφαίρας ἀναβλύ σαι τὸ ὕδωρ, ἐξ οὗ θυμιαθῆναι τὸν ἀέρα· καὶ γενέσθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος, τὸν δὲ ἥλιον ἐκ τοῦ πυρός· εἱληθῆναι δὲ ἐκ τῶν ἄλλων τὰ περίγεια. 15.37.4 Πλάτων ὁρατὸν τὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κόσμου· τοῦ δὲ ὁρατοῦ προτέραν μὲν τὴν ψυχήν, μετὰ δὲ ταῦτα τὸ σωματοειδές, ἐκ πυρὸς μὲν καὶ γῆς πρώτων, ὕδατος δὲ καὶ ἀέρος δευτέρων. 15.37.5 Πυθαγόρας πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν. 15.37.6 Πλάτων δὲ καὶ ἐν τούτοις πυθαγορίζει.
15.38.1 ληʹ. ΠΕΡΙ ΤΑΞΕΩΣ ΤΟΥ ΚΟΣΜΟΥ
Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ, τὴν δὲ ἐκ τοῦ πυκνοῦ, μικτὰς δὲ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων, καὶ τὸ περιέχον δὲ πάσας τοίχου δίκην στερεὸν ὑπάρχον. 15.38.2 Λεύκιππος καὶ ∆ημόκριτος χιτῶνα κυκλῷ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ. 15.38.3 Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας, ἔνια δὲ πυκνά· καὶ τούτων τὰ μέν τινα κινούμενα, τὰ δὲ ἀκίνητα. 15.38.4 Πλάτων πῦρ πρῶτον, εἶτα αἰθέρα, μεθ' ὃν ἀέρα, ἐφ' ᾧ ὕδωρ, τελευταίαν