290
δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα συνάπτει τῷ πυρί. 15.38.5 Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον δὴ σῶμα· μεθ' ὃν παθητὰ πῦρ, ἀέρα, ὕδωρ, τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν, τῶν δ' ὑπ' ἐκεῖνα τεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω, τοῖς δὲ βαρέσι τὴν κάτω. 15.38.6 Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδὲ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πάντας τουτοὺς ἀλλήλων μεταλαμβάνειν.
15.39.1 λθʹ. ΤΙΣ Η ΑΙΤΙΑ ΤΟΥ ΤΟΝ ΚΟΣΜΟΝ ΕΓΚΛΙΘΗΝΑΙ
∆ιογένης, Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὐτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵνα τὰ μὲν ἀοίκητα γένηται, τὰ δὲ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ ἐκπύρωσιν καὶ εὐκρασίαν καὶ ψῦξιν. 15.39.2 Ἐμπεδοκλῆς τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ ἐπικλιθῆναι τὰς ἄρκτους καὶ τὰ βόρεια ὑψωθῆναι, τὰ δὲ νότια ταπεινωθῆναι, καθὸ καὶ τὸν ὅλον κόσμον.
15.40.1 μʹ. ΠΕΡΙ ΤΟΥ ΕΚΤΟΣ
Οἱ μὲν ἀπὸ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ. 15.40.2 Οἱ δὲ Στωϊκοί, εἰς ὃ καὶ τῇ ἐκπυρώσει ἀναλύεται, ἄπειρον. 15.40.3 Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλ' ὅσον αὔταρκες εἰς τὴν διάβασιν. 15.40.4 Πλάτων, Ἀριστοτέλης μήτ' ἐκτὸς τοῦ κόσμου διάκενον εἶναι μήτ' ἐντός.
15.41.1 μαʹ. ΤΙΝΑ ∆ΕΞΙΑ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΤΙΝΑ ΑΡΙΣΤΕΡΑ
Πυθαγόρας, Πλάτων, Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφ' ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά. 15.41.2 Ἐμπεδοκλῆς δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν.
15.42.1 μβʹ. ΠΕΡΙ ΟΥΡΑΝΟΥ
Ἀναξιμένης τὴν περιφορὰν τῆς ἔξω ζώνης εἶναι. 15.42.2 Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανόν, ἐξ ἀέρος συμπαγέντος ὑπὸ τοῦ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα.
15.43.1 μγʹ. ΠΕΡΙ ∆ΑΙΜΟΝΩΝ ΚΑΙ ΗΡΩΩΝ Παρακειμένως δὲ τῷ περὶ θεῶν λόγῳ τὸν περὶ δαιμόνων καὶ ἡρώων ἱστορητέον. 15.43.2 Θαλῆς, Πυθαγόρας, Πλάτων, οἱ Στωϊκοὶ δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων, καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλας. 15.43.3 Ἐπίκουρος δὲ οὐδὲν τούτων ἐγκρίνει.
15.44.1 μδʹ. ΠΕΡΙ ΥΛΗΣ