292
15.48.2 Ἡράκλειτος, οἱ Στωϊκοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως. 15.48.3 Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτά, ἀλλὰ ἀΐδια. 15.48.4 Πλάτων κοινῶς τὸν κόσμον ὅλον καὶ τὰ ἄστρα ἐξ αὐτοῦ τρέφεσθαι.
15.49.1 μθʹ. ΠΕΡΙ ΤΩΝ ΚΑΛΟΥΜΕΝΩΝ ∆ΙΟΣΚΟΥΡΩΝ Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα. 15.49.2 Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους καὶ καταπλήξεως εἶναι στιλβηδόνας.
15.50.1 νʹ. ΠΕΡΙ ΕΚΛΕΙΨΕΩΣ ΗΛΙΟΥ Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον τῆς σελήνης αὐτὸν ὑπερχομένης κατὰ κάθετον, οὔσης φύσει γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς, ὑποτιθεμένην τῷ δίσκῳ. 15.50.2 Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου. 15.50.3 Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι, τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν. 15.50.4 Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς γίνεσθαι. παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφ' ὅλον τὸν μῆνα καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι. 15.50.5 Ἔνιοι πύκνωμα τῶν ἀοράτων ἐπερχομένων τῷ δίσκῳ νεφῶν. 15.50.6 Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ σελήνην κινεῖ περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ ταύτας τὰς ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον. 15.50.7 Ξενοφάνης πολλοὺς ἡλίους εἶναι καὶ σελήνας, κατὰ κλίματα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας· κατά τινα δὲ καιρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην ὑφ' ἡμῶν καὶ οὕτως ὥσπερ κενεμβατοῦντος ἔκλειψιν ὑποφαίνειν. ὁ δ' αὐτὸς τὸν ἥλιον μὲν εἰς ἄπειρον προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν.
15.51.1 ναʹ. ΠΕΡΙ ΕΚΛΕΙΨΕΩΣ ΣΕΛΗΝΗΣ
Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ πυρώδους μέρους. 15.51.2 Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν. 15.51.3 Τῶν Πυθαγορείων τινὲς ἀνταύγειαν καὶ ἐπίφραξιν τῆς γῆς ἢ τῆς ἀντίχθονος· οἱ δὲ νεώτεροι κατ' ἐπινέμησιν φωτὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἕως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου, καθ' ἣν τελέως σβέννυται. 15.51.4 Πλάτων, Ἀριστοτέλης, οἱ Στωϊκοὶ καὶ οἱ μαθηματικοὶ συμφωνοῦσι τὰς μὲν μηνιαίους ἀποκρύψεις συνοδεύουσαν αὐτὴν ἡλίῳ καὶ συμπεριλαμπομένην ποιεῖσθαι· τὰς δὲ ἐκλείψεις, εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν μεταξὺ ἀμφοτέρων τῶν ἀστέρων γινομένης, μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης. 15.52.1 νβʹ. ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ ΑΥΤΗΣ ΚΑΙ ∆ΙΑ ΤΙ ΓΕΩ∆ΗΣ ΦΑΙΝΕΤΑΙ Οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρ' ἡμῖν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν. εἶναι γὰρ