293
πεντεκαιδεκαπλάσια τὰ ἐπ' αὐτῆς ζῷα, μηδὲν σωματικὸν ἀποκρίνοντα· καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει. 15.52.2 Ἀναξαγόρας ἀνωμαλότητα διὰ τοῦ συγκρίματος διὰ τὸ ψυχροειδὲς ἅμα καὶ γεῶδες· παραμεμῖχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες, ὅθεν ψευδοφαῆ λέγεσθαι τὸν ἀστέρα. 15.52.3 Οἱ Στωϊκοὶ διὰ τὸ ἀερομιγὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.
15.53.1 νγʹ. ΠΕΡΙ ΤΩΝ ΑΠΟΣΤΗΜΑΤΩΝ ΑΥΤΗΣ
Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς. 15.53.2 Οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον. 15.53.3 Ἐρατοσθένης τὸν ἥλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας οηʹ σταδίων.
15.54.1 νδʹ. ΠΕΡΙ ΕΝΙΑΥΤΩΝ
Ἐνιαυτός ἐστι Κρόνου μὲν ἐνιαυτῶν περίοδος λʹ, ∆ιὸς δὲ δώδεκα, Ἄρεως δυοῖν, ἡλίου δώδεκα μῆνες. οἱ δ' αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης· ἰσόδρομοι γάρ. σελήνης δὲ ἡμέραι τριάκοντα· οὗτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον. 15.54.2 Τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται, οἱ δὲ ἐν τῇ ἐννεακαιδεκαετηρίδι, οἱ δὲ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν. Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν, ∆ιογένης ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων, ὅσων κατὰ Ἡράκλειτον ὁ ἐνιαυτός.» 15.54.3 Καὶ περὶ μὲν τῶν οὐρανίων καὶ μεταρσίων τοσαῦτα τοῖς δεδηλωμένοις πρὸς ἀλλήλους διεστασίασται. θέα δὲ καὶ τὰ περὶ γῆς·
15.55.1 νεʹ. ΠΕΡΙ ΓΗΣ
«Θαλῆς καὶ οἱ ἀπ' αὐτοῦ μίαν εἶναι τὴν γῆν. 15.55.2 Ἱκέτης ὁ Πυθαγόρειος δύο, αὐτὴν καὶ τὴν ἀντίχθονα. 15.55.3 Οἱ Στωϊκοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην. 15.55.4 Ξενοφάνης ἐκ τοῦ κατωτέρου μέρους εἰς ἄπειρον μέρος ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς παγῆναι. 15.55.5 Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δὲ ἥλιον τοῦ ἀέρος.
15.56.1 νʹ. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΓΗΣ Θαλῆς καὶ οἱ Στωϊκοὶ σφαιροειδῆ τὴν γῆν. 15.56.2 Ἀναξίμανδρος λίθῳ κίονι προσφερῆ τῶν ἐπὶ πέδων. 15.56.3 Ἀναξιμένης τραπεζοειδῆ. 15.56.4 Λεύκιππος τυμπανοειδῆ. 15.56.5 ∆ημόκριτος δισκοειδῆ τῷ πλάτει, κοίλην δὲ τῷ μέσῳ.
15.57.1 νζʹ. ΠΕΡΙ ΘΕΣΕΩΣ ΤΗΣ ΓΗΣ Οἱ ἀπὸ Θάλεω τὴν γῆν μέσην. 15.57.2 Ξενοφάνης πρώτην, εἰς ἄπειρον γὰρ ἐρριζῶσθαι. 15.57.3 Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον, τοῦτο γὰρ εἶναι τοῦ παντὸς ἑστίαν· δευτέραν δὲ τὴν ἀντίχθονα· τρίτην δὲ τὴν οἰκουμένην γῆν, ἐξ ἐναντίας δὲ κειμένην τε καὶ περιφερομένην τῇ ἀντίχθονι, παρ' ὃ καὶ μὴ ὁρᾶσθαι ὑπὸ τῶν ἐν τῇδε